ἐξε- πήδησέ μοι μικροῦ πρὸς τὰ ῥηθέντα ἡ καρδία, πάντα γὰρ διηγεῖτο σαφῶς ὡς ἂν σὺν ἡμῖν παρὼν, καὶ οὐκ ἦν ἄρνησις. μόλις οὖν ἐμαυτοῦ γενόμενος κομίζειν ἐκέλευον τὸν οἰκέτην τὰς ἀπὸ τῆς γῆς τὰς ἐμὰς εἴτ’ οὐκ ἐμάς. ὡς δὲ εἶχε, ταχύ, φησίν, ἑτέρας τοσαύ- τὰς τίθει. πάλιν ἐκέλευον μικρᾷ τῇ φωνῇ καὶ τρε- μούσῃ. ὁ δὲ ἐξέφερε πεντακοσίας παλαιὰς ἀποσπῶν ὥσπερ ἀπὸ σώματος μέλος.