ὡς δὲ ἦσαν ὀργυιαὶ πολλαὶ τὸ ὀρωρυγμένον, δείκνυταί τι μόλις ἀγγεῖον σμικρὸν κεραμεοῦν. εὐθὺς μὲν ἠθύμησα τῇ σμικρότητι καὶ τὸν κατορύξαντα ἐμεμφόμην, ὅτι μὴ μεῖζον, παρεμυθούμην δ’ οὖν ἐμαυτὸν μεστὸν εἶναι χρυσίου τὸ φαινόμενον πειθόμενος. ὧς δὲ ἀνελόμενος εἶχον ἐν χεροῖν καὶ μέλλειν οὐκ ἠδυνάμην, ἀλλ’ ἐγύ- μνουν τὸ φρουρούμενον, σκεδάννυνται πεντακόσιαι δραχμαί. καὶ τοῦ πολλοῦ πόνου καὶ τῆς μεγάλης ἐλ- πίδος τοῦτο ἦν τὸ πέρας οὐ μὴν ὑπεριδὼν ἀφεὶς ἀπῆλθον, ἀλλ’ ἀνάξιον μὲν ἡγούμην θεοῦ τὸ δῶρον, δῶρον δὲ ὅμως, καὶ λαβὼν φαιδρότερος ᾔειν οἴκαδε. RIV 207 πεντακόσιαι γὰρ Ι ἔξω τόκων προσεγεγένηντό μοι. 26. καὶ παραγγέλλω δὴ τοῖς οἰκέταις, ὁμολογῶ γάρ, σιγᾶν καὶ μηδὲ πρὸς ἀλλήλους μηδὲν τοιοῦτον λέγειν. τῶν δὲ ἄρα ἦν τις γλώττης ἀκρατὴς καί, ὧς εἰκός, 18 Aesch. Prom. 884 1 ἀπιστεῖν Pa Mor sed in hoc γρ ἀπειπεῖν in marg Ι δ’ La 2 ἐπερρώνυε LaB | δεῖν scripsi e libris δυεῖν ἡ δὴ edd I ἐς PaClLa Mor Re 4 ὀργυαὶ La Ι δείκνυταί scripsi e libris ἐνδείκνυται edd | μοι τί Cl 5 μικρὸν VaB edd | κε- ράμεον Cl κεραμοῦν Mor quod in κεραμεοῦν corr Piersonus (Steph. Thes. t. V 1448 B s. v.) | καὶ ante εὐθὺς L edd delevi Ι οὖν post μὲν Va 7 οὖν om La | εἶναι om Mor 9 χερσὶν Pa χερσὶ Va Mor Re χειρὶ, Cl cf. t. IV 167, 13; V 333, 1 Ι ἐδυ- νάμην Cl Ι ἔχων post ἀλλ’ Pa 10 τριακόσιαι Pa 11 χρο- νοῦ Mor 12 τοῦτο La sed τοῦτ’ in marg p Ι οὖν La Ι καὶ ante ἀφεὶς inserendum coni Gasda Ι ἀφεὶς om γρ in marg Mor 13 μὲν om PaCl 14 λαβὼν om Β Ι φαιδρότερον PaCl Mor 15 τριακόσιαι Pa Ι ἐξ ὧν CI | προσεγένοντο Pa 16 δὴ om Β δὲ Cl | ὁμολογῶ γάρ om Pa 17 μὴ δὲ PaClVaB Ferr I ἄλλ(??)ς Va Ι τούτων Pa Mor sed in hoc γρ τοιοῦτον in marg, Re 18 ἦν ἄρα Cl Ι τίς L sed e τῖς corr m 2, ClLaVa om Ferr | τῆς ante γλώττης edd delevi | γλῶττα Cl ἐξελάλησεν. ὡς δὲ ᾔσθετό τις τῶν φθονερῶν, ἀγγέλ- λει πρὸς τὴν ἀρχὴν καὶ παραχρῆμα ἐφειστήκει τις συνάγων τὸ πρόσωπον καί, ὠ φίλτατε, φησί, γνώ- ριζε τὸν νόμον καὶ θησαυρὸν εὑρηκώς, ἀκούω γὰρ καὶ ποῦ καὶ ὅπως, κατάβαλε χιλίας.