ἡ νὺξ ἡ δευ- τέρα πλέον μέν τι τῆς προτέρας εἶχεν, οὔπω δὲ ἐδί- δου καθαρῶς οὐδὲν οὐδὲ αὕτη. εἵμαρτο γάρ με, ὡς ἔοικε, καὶ τρὶς ἐνεγκεῖν λιβανωτόν. γίνεται δὴ τελεία τις ὄψις καὶ ἐκέλευσεν ὁ φανεὶς θεὸς ἐλθόντα εἰς ἀγρὸν ὀρύττειν χωρίον, εἰπὼν ὅ τι τοῦτο ἦν, ὧς ἐκεῖθέν με κερδανοῦντα. ἐγείρομαι περιχαρὴς καὶ οὐδὲ ὑποδησάμενος εἶπον τοῖς οἰκέταις ἄμας τε καὶ θυλά- κους ὡς πλείστους λαβόντας ἀκολουθεῖν.