μικροῦ μὲν οὖν ἔτι RIV 199 τῶν χρημάτων Ι ἀριθμουμένων λειποψυχήσας ἀπέ- θανον, καὶ ἔδει γε οὕτω τοῦτο γενέσθαι καὶ πρὶν ἰδεῖν με τἀργύριον εἰς ὑμᾶς ἐλθὸν ἀπὸ τῶν πρώτων δραχμῶν κατ’ ἐνεχθέντα κεῖσθαι· ἐπεὶ δ’ οὐκ οἶδ’ ὅπως τοσοῦτον ἤνεγκα κακὸν καὶ οὐδὲ τοῦτο κεκέρδακα ὁ πάντα ἐγὼ ζημιούμενος, ὃ μὴ συνέβη τότε γενέσθω νῦν.