καὶ ἀπέρχομαι τῶν ἀγρῶν οὐ προσαψάμενος οὐκ αἰπολίων, οὐ ποι- μνίων, οὐ συβοσίων οὐδὲ κωλύσας δελφάκιον εἰς ἀκμὴν ἐλθεῖν, ὑμῶν δέ, ὦ πεντακόσιοι, τινὲς ἀντὶ λύκων γίνονται τοῖς βοσκήμασιν εἰς ἀγρὸν ἰόντες καὶ τὰ τῶν λῃστῶν αὐτοὶ σφᾶς αὐτοὺς ἐργάζονται τά τε ἄλλα καὶ ζεύγεσιν ὀρικοῖς πληροῦσι τὰς ἐκεῖ φάτνας. εἶτα λοιδορεῖτε τοὺς ἀγροὺς ὧς οὐδὲν διδόντας ἀφέν- τες ὑμᾶς αὐτοὺς τοὺς οὐκ εἰδότας σώζειν.