διὰ τί οὐ δύο χεῖρες ἅπασιν, οὐ | πόδες δύο, οὐκ ὧτα καὶ ὀφθαλμοὶ τοσοῦτοι; τί ποτ’ οὖν μὴ μιᾷ φύσει μίαν ἐπέστησαν τύχην; ἆρ’ οὐ πολλῷ μετριώ- τερον κέχρηνται τοῖς θηρίοις ἢ ἡμῖν; οὐ λέων λέοντος εὐπορώτερος, οὐ λύκου λύκος, οὐ τῶν ἄλλων οὐδὲν οὐδενός. πάντα ἐν ὄρεσι καθεύδει, πάντα τοῖς αὐτοῖς τρέφεται, πάντα ὕδωρ πίνει. κοιναὶ μὲν πηγαί, κοινοὶ δὲ ποταμοί. πένεσθαι δὲ καὶ πλουτεῖν παρ’ ἐκείνοις οὐκ ἔστι, διόπερ οὐδὲ φθονεῖν. τὰ δὲ ἡμέτερα πῶς; Ἡράκλεις, τῆς ἀνωμαλίας. ὁ δεῖνα πλούσιος καὶ χρυσὸς ἔνδον πολύς, ἕτερος ἐνδεὴς καὶ περὶ τῶν ἀναγκαίων ἡ φροντίς. ἔπειθ’ οὗτος αὐτὸς ἐξαίφνης εὔπορος, 5 cf. ad t. V 65, 13 15 sq. Max. Tyr. XXXII 4 ed. Hob. 1 signum interrogationis posui cum Mor Not comma MoCl Vi colon reliqui libri edd | ἡμῖν Vi sed ἡμῶν in marg m 2 2 καὶ cancellavi 3 δεῖσθαι MVa δεῖ Mor | s signum gationis post σωτηρίαν Mor et inser Cl 4 4 ἀργύρου ΜοΒ 5 τοὺς Mor sed γρ τοῖς in marg τούς BPCl 6 εἶτ’] οἳ Va ἢ Mor sed εἶτ’ coni Not | οὔνομα Mor 7 δ’ ΜοΒ 8 HPLaViCl διατὶ Μο 9 καὶ] οὐκ ΜοΒ | τί — 10 τύχην versus comoediae Atticae τί οὐ | μιᾷ φύσει καὶ μίαν ἐπέστησαν τύχην; revocavit Kockius Com. Att. fr. III 670 | ποτε 10 φύσει μιᾷ μὴ PMLaViClVa Mor | ὑπέστησαν Μ 11 post οὐ inserendum coni Kock 12 οὐ om Mor | λύκος MoBCl 13 μὲν ante καθεύδει Μο | πάντα om Μο | δὲ αὐτοῖς Μο 14 ὕλαι HVB αἰ ὕλαι Μο scriptura in Cr in- certa 16 φθονεῖ HVBPLaViCl sed φθονεῖν CrMo | δ’ ΜοΒ 19 ἐπεὶ δ’ Cl ἄλλος δὲ πένης ἔτι. διὰ τί; πολλάκις γὰρ ἐρήσομαι. οὐ τὴν αὐτὴν οἰκοῦσι πόλιν; οὐκ ἐν τοῖς αὐτοῖς ζῶσι νόμοις; οὐ τὴν αὐτὴν ἐπέρχονται γῆν; οὐ τοῦ αὐτοῦ μετέχουσιν ἀέρος; καὶ τί λέγω πολίτας; ἐν τοῖς γένεσιν ἡ Τύχη τοιαῦτα νεανιεύεται, καὶ τὸ μὲν αἷμα ταὐτόν, τὰ ὄντα δὲ οὐκ ἴσα, ἀλλ’ οὕτω τοὺς μὲν αἴρει, τοὺς δὲ καθαιροῦσα τέρπεται ὥσθ’ οἶ τοῦ δεῖνος οἰ- κέται τῶν οἰκείων ἐκείνου σεμνότεροι καὶ οἶ μὲν ἐπ’ ἄκρων πορεύονται δακτύλων, οἱ δὲ ἐπτήχασιν. ἡ δὲ δὴ τῶν δικαιοτάτων νομοθεσία θεῶν καὶ περὶ τὴν φύσιν τῆς γῆς τοιαῦτα πλημμελεῖ. ἡ μὲν γὰρ χρυσῖτις, ἀργυρῖτις δὲ ἄλλη, παρὰ δὲ τῆς οὐδ’ ἂν σίδηρον λά- βοις. ἡ μὲν πολύπυρος, ἡ δὲ πολύοινος, οἱ δέ τινες οἰκοῦσι πέτρας. ἐῶ τὴν γῆν. ἤδη τινὲς ἔμποροι δύο μιᾶς ἐπιβάντες νεώς, ὁ μὲν ἐπανῆκεν εὐδαίμων, ὁ δὲ σὺν ἐλάττοσιν ἢ μεθ’ ὅσων ἐξέπλευσεν. ὅστις οὖν οὕτω κακοῖς κεχρημένος προστάταις ἀγανακτεῖ, νοσεῖ τὴν ψυχὴν οὗτος λυπούμενος ἐφ’ οἷς ἄξιον; 12. Δοκιμασταὶ γάρ εἰσι τῶν πραττομένων 9 Soph. Ai. 1230 c. schol. 1 ἔστι Ρ | διὰ τί om Μο διατί HPCl | γὰρ om ΒΜ Va 2 2 ἔζων Mor sed γρ ζῶσι in marg 6 δ’ Μο 7 τρέ- πεται Va 9 οἳ Η οἳ Μο | δ’ ΗVΜοΒ 11 πλημελεῖ Ι ἡ μὲν γὰρ) αὕτη ΜοΒ | χρυσῖτις scripsi e Μο χρυσίτης χρυσῖτις reliqui libri sed scriptura in Cr parum perspicua, edd 12 ἄλλη δὲ δ᾿ H) ἀργυρῖτις HV Re ἀργυρῖτις ἀργυρῖτις Β) ἐκείνη ΜοΒ | περὶ Cl | δὲ inser M 2 | σιδήρου ViCl Β λάβης Μ 13 πολύπυρος La sed υ(2) in ras m. rec. quae viridi atramento usa est 14 τινὲς inserui e libris om edd | δύο om ViCl 17 οὕτω Cl sed ω ex ε corr m 4 | ὡς ante χρημένος Vi Ι κεχρημένος κακοῖς Mor | οὐκ ante ἀγανακτεῖ HV Ρ edd delevi 18 οὗτος scripsi e CrHVMoBMLaVi sed in hoc οὐ in marg m 2 Cl οὖτος οὐ Va οὐ Ρ edd | ὁ ante λυπούμενος Cr Ι ὄις Vi sed περ add m 2 | colon post ἄξιον CrM 19 δικασταὶ MViClVa οἱ θεοὶ καὶ τοὺς χρηστοὺς ἀμείβονται πλούτῳ καὶ τοὺς πονηροὺς κολάζουσι πενίᾳ. καὶ μὴν R IV 163 ἐνταῦθά | γέ ἐστι τῆς ἀδικίας ὁ κολοφών. ὁρᾶτε τοὺς πονηροὺς εὖ πράττοντας, οὐ τοὺς βελτί- στους ἀτυχοῦντας; πόσοι μὲν ὑβρισταὶ καὶ μοιχοὶ καὶ πατραλοῖαι καὶ φονεῖς καὶ προδόται ζάπλουτοι; πόσοι δὲ μέτριοι καὶ χρηστοὶ καὶ δίκαιοι καὶ θεοὺς φοβού- μενοι καὶ φίλους αἰσχυνόμενοι καὶ νόμοις πειθόμενοι καὶ πατρίδος κηδόμενοι μόλις ἔχουσιν ὅσον ἀποζῆν; τί <δὲ> δεῖ πόρρωθεν ἀποδεικνύναι τὸν λόγον; ὑμεῖς, ὦ πεντακόσιοι, φαίητ’ ἂν εἶναι πονηροὶ καὶ πολλὰ ποιεῖν ὧν οἱ νόμοι κωλύουσι καὶ δίκην ὀφεί- λειν τοῖς θεοῖς; οὔθ’ ὑμεῖς εἴποιτ’ ἂν ἐγώ τε ὑμῖν οὐ σύνοιδα. τί οὖν; ἀπὸ σεμνῶν ἅπαντες οἰκιῶν ἥκετε νῦν καὶ πάλιν ἀναστάντες ἐπὶ τρυφὴν βαδιεῖσθε; ἀλλ’ ἔγωγε πολλοῖς ὑμῶν οἶδα μίαν οὖσαν καταφυγὴν τὸν ἐνθένδε μισθόν.