διὰ τί οὐ δύο χεῖρες ἅπασιν, οὐ | πόδες δύο, οὐκ ὧτα καὶ ὀφθαλμοὶ τοσοῦτοι; τί ποτ’ οὖν μὴ μιᾷ φύσει μίαν ἐπέστησαν τύχην; ἆρ’ οὐ πολλῷ μετριώ- τερον κέχρηνται τοῖς θηρίοις ἢ ἡμῖν; οὐ λέων λέοντος εὐπορώτερος, οὐ λύκου λύκος, οὐ τῶν ἄλλων οὐδὲν οὐδενός. πάντα ἐν ὄρεσι καθεύδει, πάντα τοῖς αὐτοῖς τρέφεται, πάντα ὕδωρ πίνει. κοιναὶ μὲν πηγαί, κοινοὶ δὲ ποταμοί. πένεσθαι δὲ καὶ πλουτεῖν παρ’ ἐκείνοις οὐκ ἔστι, διόπερ οὐδὲ φθονεῖν. τὰ δὲ ἡμέτερα πῶς; Ἡράκλεις, τῆς ἀνωμαλίας. ὁ δεῖνα πλούσιος καὶ χρυσὸς ἔνδον πολύς, ἕτερος ἐνδεὴς καὶ περὶ τῶν ἀναγκαίων ἡ φροντίς. ἔπειθ’ οὗτος αὐτὸς ἐξαίφνης εὔπορος, 5 cf. ad t. V 65, 13 15 sq. Max. Tyr. XXXII 4 ed. Hob. 1 signum interrogationis posui cum Mor Not comma MoCl Vi colon reliqui libri edd | ἡμῖν Vi sed ἡμῶν in marg m 2 2 καὶ cancellavi 3 δεῖσθαι MVa δεῖ Mor | s signum gationis post σωτηρίαν Mor et inser Cl 4 4 ἀργύρου ΜοΒ 5 τοὺς Mor sed γρ τοῖς in marg τούς BPCl 6 εἶτ’] οἳ Va ἢ Mor sed εἶτ’ coni Not | οὔνομα Mor 7 δ’ ΜοΒ 8 HPLaViCl διατὶ Μο 9 καὶ] οὐκ ΜοΒ | τί — 10 τύχην versus comoediae Atticae τί οὐ | μιᾷ φύσει καὶ μίαν ἐπέστησαν τύχην; revocavit Kockius Com. Att. fr. III 670 | ποτε 10 φύσει μιᾷ μὴ PMLaViClVa Mor | ὑπέστησαν Μ 11 post οὐ inserendum coni Kock 12 οὐ om Mor | λύκος MoBCl 13 μὲν ante καθεύδει Μο | πάντα om Μο | δὲ αὐτοῖς Μο 14 ὕλαι HVB αἰ ὕλαι Μο scriptura in Cr in- certa 16 φθονεῖ HVBPLaViCl sed φθονεῖν CrMo | δ’ ΜοΒ 19 ἐπεὶ δ’ Cl ἄλλος δὲ πένης ἔτι. διὰ τί; πολλάκις γὰρ ἐρήσομαι. οὐ τὴν αὐτὴν οἰκοῦσι πόλιν; οὐκ ἐν τοῖς αὐτοῖς ζῶσι νόμοις; οὐ τὴν αὐτὴν ἐπέρχονται γῆν; οὐ τοῦ αὐτοῦ μετέχουσιν ἀέρος; καὶ τί λέγω πολίτας; ἐν τοῖς γένεσιν ἡ Τύχη τοιαῦτα νεανιεύεται, καὶ τὸ μὲν αἷμα ταὐτόν, τὰ ὄντα δὲ οὐκ ἴσα, ἀλλ’ οὕτω τοὺς μὲν αἴρει, τοὺς δὲ καθαιροῦσα τέρπεται ὥσθ’ οἶ τοῦ δεῖνος οἰ- κέται τῶν οἰκείων ἐκείνου σεμνότεροι καὶ οἶ μὲν ἐπ’ ἄκρων πορεύονται δακτύλων, οἱ δὲ ἐπτήχασιν.