τολμᾷ τις οὖν εἰπεῖν· ζῆσον οἰκτρὸς ὤν, ζῆσον ἐλεούμενος, ζῆσον ἀτυχῶν, ζῆσον τοῦ γείτονος εὐδαιμονοῦντος; εἰ τόξα λα- βόντα βέλος ἔστιν ἀφεῖναι κατὰ τῆς Τύχης καὶ τυχεῖν, δειξάτω τις, καὶ κουφιεῖ τὴν λύπην, 6 βουλή· εἰ δ’ ἀμήχανον, ἔα με τὸν θυμὸν εἰς ἐμαυτὸν ἀφεῖναι. πῶς γὰρ οἴσω; ποίοις λογισμοῖς; εἰ πονῶν ἐκεῖνος καὶ πλουτηρὸν ἔργον μετιὼν συνείλεκτο χρήματα κατὰ μικρὸν ἀγείρων, ἦν μὲν ἂν καὶ τοῦτο ἀλγεινόν, διὰ τί γὰρ μόνος εἶδε τὴν ἐπὶ τὸν πλοῦτον ἄγουσαν, ἴσως δὲ ἠνειχόμην· ἐπεὶ δὲ καθεύδοντι κατέχεε τις εὐδαι- μονίαν, οὐ φέρω.