εἶτά μοί τις παραινεῖ ζῆν οὐκ ἔχων σβέσαι τὸν πλοῦτον τοῦ γείτονος; οὐ ζῆν οὗτός μοι παραινεῖ, πόθεν; ἀλλὰ στένειν, ὀδύ- ρεσθαι, πενθεῖν, μαραίνεσθαι, τήκεσθαι, κατατέμνεσθαι, λυττᾶν, ἐμαυτὸν ἐσθίειν, ἃ νῦν ποιῶ καὶ δι’ ἃ πρόσ- ειμι νῦν, ὅπως αὐτῶν λυθείην. ἡμιμανής εἰμι καὶ τῶν φρενῶν διέφθαρται τὸ πλέον. ἐπὶ τελείαν πορεύο- μαι μανίαν. πρὶν τοῦτο γένηται, βοηθήσατε. τίς οὕτω μακρὰ νόσος τὸν ἀσθενοῦντα διέθηκεν ὡς ἡ R IV 172 τοῦ γείτονος ἐμὲ περιουσία; | οὐχ ὁρᾶτε τὴν ῥῖνα ὡς ὀξεῖα, οὐ τὸ ὄμμα ὡς ὕφαιμον, οὐ τὰς γνάθους ὡς συμπεπτώκασιν, οὐχ ὡς διερρύηκα πᾶς, οὐχ ὡς 3 Arist. eq. 2 10 Eur. El. 146 | cf. t. I 496, 1 11 t. I 116, 15. Aeschin. Tim. p. 24, 25 16 Hippocr. Coac. prae- not. II 212 3 ἐν om Vi | νεωνήτοις edd 4 πατρώοιν ΗΜο Re t III p. XIII 6 παραινεῖ τις MClVa | τίς HLaVi 7 οὐκ ἔχων om Μο | σβέσαι scripsi ex HVB σβέσας Μο PMLaViClVa edd 8 πόθεν; scripsi πόθεν· ΗVΜοΒ πόθεν Re μόνον PMLaViClVa Mor | καὶ ante στένειν MCl 9 πενθεῖν om MLaViCl Mor 11 αὐτὸν La | ἡμιθανής Μο | καὶ om Vi 12 πλέον reposui e libris πλεῖον edd | scripsi e MoBViClVa coll p. 268, 23; t. IV 224, 16 τελέαν HV PMLa edd 13 πρὶν <ἂν>, ut p. 164, 17; t. V 34, 19? at p. 648, 10 | γένηται Vi sed γενήσεται in marg m 2 15 Μο 16 ὡς om MVi | ὀξεῖαν MLa sed in hoc ν eras, ViCl sed in hoc ν del m 4 | οὐ Vi sed καὶ in marg m 2 | ὡς om Cl τοὺς Cl 17 διερρύηκα scripsi ex HVMoPLaVi sed in hoc ην supra ηκα m 2 Cl cum Iacobsio Philostr. im. 674 διερρύην BMVa edd εἴδωλον περιέρχομαι; τολμᾷ τις οὖν εἰπεῖν· ζῆσον οἰκτρὸς ὤν, ζῆσον ἐλεούμενος, ζῆσον ἀτυχῶν, ζῆσον τοῦ γείτονος εὐδαιμονοῦντος; εἰ τόξα λα- βόντα βέλος ἔστιν ἀφεῖναι κατὰ τῆς Τύχης καὶ τυχεῖν, δειξάτω τις, καὶ κουφιεῖ τὴν λύπην, 6 βουλή· εἰ δ’ ἀμήχανον, ἔα με τὸν θυμὸν εἰς ἐμαυτὸν ἀφεῖναι. πῶς γὰρ οἴσω; ποίοις λογισμοῖς;