ἡ δὲ δὴ τῶν δικαιοτάτων νομοθεσία θεῶν καὶ περὶ τὴν φύσιν τῆς γῆς τοιαῦτα πλημμελεῖ. ἡ μὲν γὰρ χρυσῖτις, ἀργυρῖτις δὲ ἄλλη, παρὰ δὲ τῆς οὐδ’ ἂν σίδηρον λά- βοις. ἡ μὲν πολύπυρος, ἡ δὲ πολύοινος, οἱ δέ τινες οἰκοῦσι πέτρας. ἐῶ τὴν γῆν. ἤδη τινὲς ἔμποροι δύο μιᾶς ἐπιβάντες νεώς, ὁ μὲν ἐπανῆκεν εὐδαίμων, ὁ δὲ σὺν ἐλάττοσιν ἢ μεθ’ ὅσων ἐξέπλευσεν. ὅστις οὖν οὕτω κακοῖς κεχρημένος προστάταις ἀγανακτεῖ, νοσεῖ τὴν ψυχὴν οὗτος λυπούμενος ἐφ’ οἷς ἄξιον; 12. Δοκιμασταὶ γάρ εἰσι τῶν πραττομένων 9 Soph. Ai. 1230 c. schol. 1 ἔστι Ρ | διὰ τί om Μο διατί HPCl | γὰρ om ΒΜ Va 2 2 ἔζων Mor sed γρ ζῶσι in marg 6 δ’ Μο 7 τρέ- πεται Va 9 οἳ Η οἳ Μο | δ’ ΗVΜοΒ 11 πλημελεῖ Ι ἡ μὲν γὰρ) αὕτη ΜοΒ | χρυσῖτις scripsi e Μο χρυσίτης χρυσῖτις reliqui libri sed scriptura in Cr parum perspicua, edd 12 ἄλλη δὲ δ᾿ H) ἀργυρῖτις HV Re ἀργυρῖτις ἀργυρῖτις Β) ἐκείνη ΜοΒ | περὶ Cl | δὲ inser M 2 | σιδήρου ViCl Β λάβης Μ 13 πολύπυρος La sed υ(2) in ras m. rec. quae viridi atramento usa est 14 τινὲς inserui e libris om edd | δύο om ViCl 17 οὕτω Cl sed ω ex ε corr m 4 | ὡς ante χρημένος Vi Ι κεχρημένος κακοῖς Mor | οὐκ ante ἀγανακτεῖ HV Ρ edd delevi 18 οὗτος scripsi e CrHVMoBMLaVi sed in hoc οὐ in marg m 2 Cl οὖτος οὐ Va οὐ Ρ edd | ὁ ante λυπούμενος Cr Ι ὄις Vi sed περ add m 2 | colon post ἄξιον CrM 19 δικασταὶ MViClVa οἱ θεοὶ καὶ τοὺς χρηστοὺς ἀμείβονται πλούτῳ καὶ τοὺς πονηροὺς κολάζουσι πενίᾳ. καὶ μὴν R IV 163 ἐνταῦθά | γέ ἐστι τῆς ἀδικίας ὁ κολοφών. ὁρᾶτε τοὺς πονηροὺς εὖ πράττοντας, οὐ τοὺς βελτί- στους ἀτυχοῦντας; πόσοι μὲν ὑβρισταὶ καὶ μοιχοὶ καὶ πατραλοῖαι καὶ φονεῖς καὶ προδόται ζάπλουτοι; πόσοι δὲ μέτριοι καὶ χρηστοὶ καὶ δίκαιοι καὶ θεοὺς φοβού- μενοι καὶ φίλους αἰσχυνόμενοι καὶ νόμοις πειθόμενοι καὶ πατρίδος κηδόμενοι μόλις ἔχουσιν ὅσον ἀποζῆν; τί <δὲ> δεῖ πόρρωθεν ἀποδεικνύναι τὸν λόγον; ὑμεῖς, ὦ πεντακόσιοι, φαίητ’ ἂν εἶναι πονηροὶ καὶ πολλὰ ποιεῖν ὧν οἱ νόμοι κωλύουσι καὶ δίκην ὀφεί- λειν τοῖς θεοῖς; οὔθ’ ὑμεῖς εἴποιτ’ ἂν ἐγώ τε ὑμῖν οὐ σύνοιδα. τί οὖν; ἀπὸ σεμνῶν ἅπαντες οἰκιῶν ἥκετε νῦν καὶ πάλιν ἀναστάντες ἐπὶ τρυφὴν βαδιεῖσθε; ἀλλ’ ἔγωγε πολλοῖς ὑμῶν οἶδα μίαν οὖσαν καταφυγὴν τὸν ἐνθένδε μισθόν.