ἐβάδιζον οὖν ἀνιώμενος παρ’ αὐτὸν καὶ πολλὰ τῷ μιαρῷ κατ’ ἀρώμενος. οὑτοσὶ R IV 614 δὲ αὐτόκλητος εἴπετο, | οὐ γὰρ ἐκέλευσα, μὰ τοὺς θεούς· τί γὰρ βουλόμενος ἂν καὶ ἐκέλευσα; οὐ γὰρ ἵνα συνοδοιπορῇ μοι. καὶ γὰρ πρὸς τὴν σκιὰν τὴν ἐμαυτοῦ πολλάκις ἄχθομαι πανταχῆ μοι συνεπομένην καὶ δι’ αὐτὴν πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, ὅτι ποιοῦσιν αὐτήν. ἀλλ’ οὐκ οἶδ’ ὅπως με, ἡνίκα ἐξῄειν, λαθὼν κατὰ μέσην τὴν ὁδὸν ἀνεφάνη, πρὸς ὅ καὶ πρῶτον εὐθὺς ἠγανάκτησα καὶ μικροῦ τῇ βακτηρίᾳ καθικόμην αὐτοῦ, ὡς ἴδει γε. οὐ γὰρ ἂν αὐτῷ νῦν καταγέλαστος ἔδοξα. ἔπειτα κατ’ αὐτὴν τὴν ὁδὸν 4 cf. ad t.IV 289,3 10 Plat.ep.7 p.33lB 12 cf.t. V 541,8 1 πεπληγυῖαν — ἰασόμενος praemissis verbis σμινύη καὶ δίκελλα. Λιβάνιος ἐν μελέτῃ τῇ δύσκολος ὤλισθε citat Thomas Mag. p. 331, 12 R 2 ὁ — χαλκοτύπος praemissis χαλκοτύπος ὁ χαλκεύς Λιβάνιος citat Andr. Lopadiota lex. Vindob. p. 190,15 ed. Nauck | τοι om Lopad τι HV | κακὸς Β | ἀπολούμενος scripsi e BCl sed in hoc ου ex υ corr m 3, Μ Lopad cum Co- beto Misc 144 Coll 297 ἀπολλύμενος HVVa 3 ὡρισμένον Va sed ην supra ον m 2 | φοιτᾶν αὐτῷ Cl | καὶ ταύτης om Cl 4 τῆ χθὲς HV 5 αὐτὸν ἑώρων VaCl | κἀκεῖ Va sed κεῖ in ras m 2 6 ὅτι VaCl 8 ἦν om Cl 10 αὐτόκλητος scripsi ex HVB cum Iacobsio Lect 131 ἄκλητος VaClM edd | ἐκέλευσα] ἐκάλουν αὐτὸν ClM 11 καὶ om Mor | ἐκάλεσα Μ 13 παν- ταχοῦ ClM | συνεπομένου V 15 οἷδ’ ὅπως reposui e libris οἶδα πῶς edd | με om V | ἐξῄει Mor 16 τὴν om M | ὃ Va sed γρ ὃν in marg m 2 17 μικρὸν Mor 19 τὴν om VCl πόσα οἴεσθέ με ἠνίασεν ἢ τοὺς κύνας τῶν νομέων ἐξαγριῶν ἢ τὰς γεράνους ταῖς βώλοις ἀποσοβῶν ἢ λίθοις βάλλων τὰς αἶγας ἢ τὸν δεῖνα ὅστις ἐστὶ πυν- θανόμενος ἢ πόσον τῆς ὁδοῦ τὸ λειπόμενον ὡσπερεὶ τὴν ὁδὸν ἐμοῦ καταμεμετρηκότος ἢ τοὺς ἀνθρώπους τῆς χώρας ἠριθμηκότος, ὅς, ἔνα μηδὲ ἄκων τινὶ περι- τύχω, οὐδὲ τὴν δημοσίαν εἴωθα βαδίζειν ὁδόν, ἀλλ’ ἐκτρεπόμενος κατὰ τὰ χωρία ποιεῖσθαι τοὺς περιπά- τους; ὁ δὲ ὅμως καὶ τοὺς ἐν τῇ λεωφόρῳ βαδίζοντας ἠξίου μανθάνειν τῶν ἀετῶν ὀξύτερόν με βλέπειν κε- λεύων. ἐφ’ οἷς ἅπασιν ἀποπνιγόμενος ὅμως διεκαρτέ- ρουν, ἴως εἰς τὸ ἄστυ ποτὲ καὶ τὴν ἀγορὰν ἐνεβάλομεν. ἐνταῦθα δέ, ὡς οὐδὲν ἦν ὁρᾶν ἀνεκτόν, ἀλλὰ γε- λῶντας αὖ κἀκεῖ τοὺς πολλούς, ὀμνύντας, ἀλλήλοις λοιδορουμένους, ὄψα φέροντας οὐ πρὸς χρείαν, ἀλλ’ ἕκαστον ἐνιαυτοῦ τροφὴν πολλοῖς ὁμοῦ σωφρονεῖν δυναμένοις, ἔνα μὴ παροξυνοίμην ταῦτα ὁρῶν, ἀπῆγον, 2 cf. p. 559, 3. Alciphr. ep. III 34 12 cf. ad p. 514, 16 1 πόσον ClM | οἴεσθέ Va sed έ in ras ut videtur ex αι corr m 2 | κύνας Va sed νας in ras m 2 2 τὰς Va sed α ex ους ου corr τ(??) | τοῖς Va sed αῖς suprascr m 2, Cl | ἀποσο Va 3 τὴν Cl | ἥτίς Cl sed ἥ e, corr m 3 4 ὧσπερ εἰ ΗΒ 5 μεμελετηκότος Β 6 μὴ δὲ HBVaCl 8 ἐκτρεπόμενος Va sed supra o et ος in ras m 2 et supra ε Mor | τὰ om Va inser My 9 ὅλως Cl sed λ in ras m 3 | λεω- φόρῳ Cl sed ω inser m 3 10 ὀξύτερόν με βλέπειν κελεύων τῶν ἀετῶν Mor | με om HV 12 ἕως — ἐνεβάλομεν praemissis verbis ἐμβάλλω τὸ εἰσέρχομαι. Λιβάνιος citat Andr. Lopadiota lex. Vindob. s. v. ἐμβάλλω p. 56, 12 Nauck | εἰς inser Va 2 | τὸ inserui ex HVBVa 2 Lopad om ClM edd cf. p. 551, 18 | ποτὲ om Cl | ἐνεβάλλομεν HV 13 ἀνεκτὸν ὁρᾶν Mor 14 ἂν Va sed in αὖ corr m 2, Μ | κακοὶ Cl sed in κἀκεῖ corr m 3 | ὀμνύοντας HV 15 τὴν ante χρείαν HV | χάριν Β 16 ἕκαστος HV ὧς οἷόν τ’ ἦν, τὼ ὀφθαλμὼ καὶ προῄειν μηδὲν τῶν ἐν ποσὶ καθορῶν. οὐ γὰρ ἠπιστάμην ὡς ὑμεῖς ἐμὲ μόνον τοῖς νόμοις ἀναγκάσετε πείθεσθαι, ἀγορανόμους δὲ καὶ ἀστυνόμους οὕτω καταφρονοῦντας αὐτῶν οὐ R IV 615 κολάζετε, οἳ τοσοῦτον νέμουσιν ἐπιμελείας | τῇ πόλει ὥστε λίμνας ὅλας ἐν αὐτῇ συνεστάναι καὶ ὀλί- σθους εἶναι τῆς ἀγορᾶς πανταχοῦ, εἰς οὓς ἀπροόπτως ἐμπεσὼν καὶ τὼ πόδε μὲν ὑποσυρείς, τῇ βακτηρίᾳ δὲ οὐχ εὑρὼν ἐπερείσασθαι ἔλαθον καταπεσὼν καὶ πλατὺς τούτῳ γέλως γενόμενος, οὔποτε, μὰ τοὺς θεούς, τοῦτο ἐλπίσας. πρὸς ἑτέρῳ δὲ τὸν νοῦν ἐγενόμην εὐθὺς πεπτωκὼς καὶ μᾶλλον τοῦ πτώματος ἐδεδοίκειν μὴ οὗτος αὐτὸς ἢ τῶν κατ’ ἀγοράν τινες προσελθόντες ἢ χεῖρα ὀρέγοιεν ἢ πυνθάνοιντο ἃ εἰώθασι, μὴ τὸ σκέλος ἐπλήγην ἢ τὴν κλεῖν κατεάγην ἢ συνέτριψα τὴν ὀσφύν, ἔμετον ῥημάτων καὶ ἐρωτήματα οἷα ἄν με παραχρῆμα ἀπώλεσε.