XXVII. Δύσκολος ὤλισθεν. ὁ παῖς παρὼν ἐγέλασε. καὶ ἀποκηρύττει αὐτόν. R IV 612 ἐπειτή ποτε ῥᾷον ἴσχον ἀπὸ τοῦ πτώμα- τος, ὧς μήποτε ὤφελον, ὀδυνᾶσθαι γὰρ ἄμεινον ἦν ἢ τοσούτοις ἀνθρώποις προσελθόντα λαλεῖν, ἥκω τὸ πολύγελων τουτὶ μειράκιον καὶ κλαῦσαί ποτε κατα- ναγκάσων. ἐξελῶ γὰρ αὐτὸ τῆς οἰκίας ὑπὸ μάρτυσιν ὑμῖν, ἐπειδὴ τοῦτο ἔδοξε τῷ χρηστῷ νομοθέτῃ μὴ ἐμὲ κύριον εἶναι τῆς οἰκίας ἐξῶσαι τὸν ἐμοὶ διαφέροντα, R IV 613 ἀλλὰ συμψήφους λαβεῖν τοὺς | μήτε τοῖς ἐμοῖς μήτε ἐμοί τι προσήκοντας. τί γὰρ ὑμᾶς ἴδει μαθεῖν, Η = Codex Hierosolymitanus S. Sepulcri 107 V = Vaticanus gr. 940 Β = Barberinus II 41 Va = Vaticanus gr. 82 Cl = Berolinensis gr. 195 olim Claromontanus Μ = Marcianus gr. 439 3 ἡ στάσις πραγματική. προοίμιον in marg Va2 1 Ἄλλη μελέτη θεωρία ante Δύσκολος edd delevi 2 ἀπο- κηρύττει Mor sed γρ ἀποκηρύττεται in marg ἀποκηρύσσει HB ἀποκηρύσσεται Va | αὐτόν om VaM 3 μελέτη. ante Ἐπειδὴ Cl, ἀν(??) Μ, Δύσκολος ἀποκηρύττων edd delevi 4 ὄφελον Μ | ἀνιᾶσθαι Μ 5 ἀνδράσι VaClM 7 ἀπὸ ante τῆς Va 8 τοῦτο om Cl 9 τῆς οἰκίας inserui ex HVVaClM om Β edd | τῆς οἰκίας ante τὸν Μ 10 τοῦ Β 11 μήτ’ ClM | ἐμοί τι Mor sed γρ ἔμοιγε in marg ἐμοὶ τί Η ἔμοιγε ClM | δεῖ Cl πρῶτον μὲν εἰ παῖδα ἐγέννησα τὴν ἀρχήν, εἶθ’ ὅτι καταγέλαστος αὐτῷ νομισθεὶς οὐ βούλομαί τι τῶν ἐμῶν καταλιπεῖν; εἰ μὲν οὖν ἠπιστάμην ὧς πλείονά με ὧν βούλομαι λαλεῖν ἀναγκάσετε καὶ οὐ τοῦτο μό- νον εἰπὼν τὸ οὐ βούλομαι τοῦτον εἶναι τῶν ἐμῶν κληρονόμον εὐθὺς ὑμῶν ἀπαλλάξομαι, καὶ εἰ διερράγη γελῶν οὗτος, οὐκ ἄν ποτε δεῦρο εἰσελη- λύθειν· νῦν δὲ ἐντὸς ἤδη μοι τοῦ βουλευτηρίου γε- γενημένῳ κακοδαίμων τις πρύτανις προσελθών, ἀλλὰ καὶ τὰς αἰτίας ἀνάγκη, φησί, καταλέγειν καὶ ὧς εὔλογοι δεικνύναι καὶ πιθανὸν εἶναι τοῖς βου- λευταῖς κἂν οὕτω τύχῃ, τοῖς πολυλάλοις τουτοισὶ ῥήτορσιν ἀντιλέγοντα διαρρήγνυσθαι, ὥστ’ ἔλαθον ὁ μάταιος ἑνὸς ἀπαλλαγῆναι βουλόμενος μυρίοις θηρίοις ἐμαυτὸν ἐμβαλών. ἀλλ’ ἔνα θᾶττον ἀπαλλαγείην ὑμῶν, ἐρῶ τὰ δοκοῦντα διὰ βραχέων, ἄν τε οἶς λέγω προσέ- χειν ἐθέλητε ἄν τε, ὡς ἔθος ὑμῖν, ἀλλαχῆ κεχηνέναι. Ἐκ τῆς ἐσχατιᾶς πρῴην εἰς τὸ ἄστυ κατῄειν οὐ ποθῶν τι τῶν τῇδε θεάσασθαι, μὴ γὰρ οὕτω διαφθα- ρείην ὧς σπουδαῖόν τι νομίσαι τῶν παρ’ ὑμῖν, ἀλλὰ 18 cf. t. V 535,12; 540,15; 545,19; 559,2 18 ἡ κατάστασις in marg Va 2 1 τηναρχὴν BVa 3 οὖν inser Cl 3 | ἠπιστάμην Cl sed ἠπ in ras m 3 4 ὧν Cl sed ν inser m 3 5 εἰπεῖν HV | εἷναι τοῦτον Va | τοῦτο Re 6 εἰ καὶ Va 8 μοι om BClM 9 τίς HClBVa 10 λέγειν Va 11 εὔλογον Cl Mor | δεικνῦ- ναι edd 12 τύχ(??)ι Va τύχοι ClM 15 lac 5 litt ante ἀπαλ- χ λαγεἰην Va 16 προσέχητε Mor | ἐθέλητε om Mor 17 ἀλλ(??) Va 18 πρώην libri Re | τὸ inserui e VaClM om HVB edd cf. p. 553, 12 19 τί Η πεπληγυῖαν ἐν ταῖς πέτραις τὴν δίκελλαν ἰασόμενος. ὁ γάρ τοι κακῶς ἀπολούμενος χαλκοτύπος μίαν ἡμέραν ὡρισμένον αὐτῷ φοιτᾶν εἰς ἀγρὸν καὶ ταύτης μισθὸν οὐκ ὀλίγον ἐκλέγων τῆτες οὐκ ἐλθὼν ἐμὲ δεῦρο κατ- ἐλθεῖν ἐβιάσατο. ἀηδῶς μὲν γὰρ ἑώρων αὐτὸν κἀκεῖ καὶ πολλάκις ἔχων ὅ τι χαλκευσαίμην, ἔνα μὴ θεῴμην, ἀπέφησα, τοῦ δὲ μετὰ πολλῶν ἐνθάδε τὸ μόνον ἐκεῖ βλέπειν ἦν αἱρετώτερον. ἐβάδιζον οὖν ἀνιώμενος παρ’ αὐτὸν καὶ πολλὰ τῷ μιαρῷ κατ’ ἀρώμενος. οὑτοσὶ R IV 614 δὲ αὐτόκλητος εἴπετο, | οὐ γὰρ ἐκέλευσα, μὰ τοὺς θεούς· τί γὰρ βουλόμενος ἂν καὶ ἐκέλευσα; οὐ γὰρ ἵνα συνοδοιπορῇ μοι. καὶ γὰρ πρὸς τὴν σκιὰν τὴν ἐμαυτοῦ πολλάκις ἄχθομαι πανταχῆ μοι συνεπομένην καὶ δι’ αὐτὴν πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, ὅτι ποιοῦσιν αὐτήν. ἀλλ’ οὐκ οἶδ’ ὅπως με, ἡνίκα ἐξῄειν, λαθὼν κατὰ μέσην τὴν ὁδὸν ἀνεφάνη, πρὸς ὅ καὶ πρῶτον εὐθὺς ἠγανάκτησα καὶ μικροῦ τῇ βακτηρίᾳ καθικόμην αὐτοῦ, ὡς ἴδει γε. οὐ γὰρ ἂν αὐτῷ νῦν καταγέλαστος ἔδοξα. ἔπειτα κατ’ αὐτὴν τὴν ὁδὸν 4 cf. ad t.IV 289,3 10 Plat.ep.7 p.33lB 12 cf.t. V 541,8 1 πεπληγυῖαν — ἰασόμενος praemissis verbis σμινύη καὶ δίκελλα. Λιβάνιος ἐν μελέτῃ τῇ δύσκολος ὤλισθε citat Thomas Mag. p. 331, 12 R 2 ὁ — χαλκοτύπος praemissis χαλκοτύπος ὁ χαλκεύς Λιβάνιος citat Andr. Lopadiota lex. Vindob. p. 190,15 ed. Nauck | τοι om Lopad τι HV | κακὸς Β | ἀπολούμενος scripsi e BCl sed in hoc ου ex υ corr m 3, Μ Lopad cum Co- beto Misc 144 Coll 297 ἀπολλύμενος HVVa 3 ὡρισμένον Va sed ην supra ον m 2 | φοιτᾶν αὐτῷ Cl | καὶ ταύτης om Cl 4 τῆ χθὲς HV 5 αὐτὸν ἑώρων VaCl | κἀκεῖ Va sed κεῖ in ras m 2 6 ὅτι VaCl 8 ἦν om Cl 10 αὐτόκλητος scripsi ex HVB cum Iacobsio Lect 131 ἄκλητος VaClM edd | ἐκέλευσα] ἐκάλουν αὐτὸν ClM 11 καὶ om Mor | ἐκάλεσα Μ 13 παν- ταχοῦ ClM | συνεπομένου V 15 οἷδ’ ὅπως reposui e libris οἶδα πῶς edd | με om V | ἐξῄει Mor 16 τὴν om M | ὃ Va sed γρ ὃν in marg m 2 17 μικρὸν Mor 19 τὴν om VCl πόσα οἴεσθέ με ἠνίασεν ἢ τοὺς κύνας τῶν νομέων ἐξαγριῶν ἢ τὰς γεράνους ταῖς βώλοις ἀποσοβῶν ἢ λίθοις βάλλων τὰς αἶγας ἢ τὸν δεῖνα ὅστις ἐστὶ πυν- θανόμενος ἢ πόσον τῆς ὁδοῦ τὸ λειπόμενον ὡσπερεὶ τὴν ὁδὸν ἐμοῦ καταμεμετρηκότος ἢ τοὺς ἀνθρώπους τῆς χώρας ἠριθμηκότος, ὅς, ἔνα μηδὲ ἄκων τινὶ περι- τύχω, οὐδὲ τὴν δημοσίαν εἴωθα βαδίζειν ὁδόν, ἀλλ’ ἐκτρεπόμενος κατὰ τὰ χωρία ποιεῖσθαι τοὺς περιπά- τους; ὁ δὲ ὅμως καὶ τοὺς ἐν τῇ λεωφόρῳ βαδίζοντας ἠξίου μανθάνειν τῶν ἀετῶν ὀξύτερόν με βλέπειν κε- λεύων. ἐφ’ οἷς ἅπασιν ἀποπνιγόμενος ὅμως διεκαρτέ- ρουν, ἴως εἰς τὸ ἄστυ ποτὲ καὶ τὴν ἀγορὰν ἐνεβάλομεν.