εἰ δὲ καὶ κακόν, ὡς σὺ φῄς, ἡ ἐρημία, τίς ἔρημος ἀνθρώπων χεῖρας ἔχων καὶ πόδας; οὐκ ἀρκεῖ τοῦτο τὸ πλῆθος αὐτῷ σκάπτειν, ἀροῦν, ὑδροφορεῖν, τἄλλα ποιεῖν ἃ κατ’ ἀγρὸν ἀεὶ πράττεται; τί δὲ καὶ ὀνήσειεν οὗτος ἄν με συνὼν διεφθαρμένος οὕτω καὶ γενόμενος τοῖς ὑμετέροις παισὶ παραπλήσιος;