καίτοι εἰ καὶ ἐδάκρυσας ἢ εἰ τὸ πρόσωπον μετήγαγες δεῦρο R IV 619 | ἢ ἐκεῖσε ἢ προσῆλθες ἢ ἀπέστης ἢ ἐνεῖδες τῶν περιεστώτων τινὶ ἢ σοί τινες ἐκείνων, οὐκ ἂν ἤνεγκα ῥᾳδίως, ἀλλ’ ὁμοίως ἂν ἠγανάκτησα. οὐδὲ γὰρ κινεῖσθαι χρῆν ὅλως, ἀλλ’ ὥσπερ λίθον ἑστά- ναι ἢ μηδὲ ὅλως ἰδεῖν πεπτωκότα ἢ ἰδόντα πεσεῖν καὶ αὐτόν, τὴν γὰρ αὐτὴν δήπουθεν ὁδὸν ἐβαδίζομεν καὶ οὐκ ἐμοὶ μὲν ἦν ὀλισθηρά, σοὶ δὲ βέβαιος ἐπι- βαίνειν, οὐδὲ σὺ μὲν ἔνηφες, ἐγὼ δὲ ἐκραιπάλων, ἀλλ᾿ ἵνα ἑστιαθείης γελῶν καὶ εὐφράναις σαυτόν, βεβαίως τε ἔστης ἐπὶ τοσούτου πηλοῦ καὶ οὕτως ὀλισθηροῦ, καὶ οὐκ ἐς κόρακας, ἀλλ’ ἐμοὶ προσεῖχες τὸν νοῦν.