εἰ μὲν οὖν ἠπιστάμην ὧς πλείονά με ὧν βούλομαι λαλεῖν ἀναγκάσετε καὶ οὐ τοῦτο μό- νον εἰπὼν τὸ οὐ βούλομαι τοῦτον εἶναι τῶν ἐμῶν κληρονόμον εὐθὺς ὑμῶν ἀπαλλάξομαι, καὶ εἰ διερράγη γελῶν οὗτος, οὐκ ἄν ποτε δεῦρο εἰσελη- λύθειν· νῦν δὲ ἐντὸς ἤδη μοι τοῦ βουλευτηρίου γε- γενημένῳ κακοδαίμων τις πρύτανις προσελθών, ἀλλὰ καὶ τὰς αἰτίας ἀνάγκη, φησί, καταλέγειν καὶ ὧς εὔλογοι δεικνύναι καὶ πιθανὸν εἶναι τοῖς βου- λευταῖς κἂν οὕτω τύχῃ, τοῖς πολυλάλοις τουτοισὶ ῥήτορσιν ἀντιλέγοντα διαρρήγνυσθαι, ὥστ’ ἔλαθον ὁ μάταιος ἑνὸς ἀπαλλαγῆναι βουλόμενος μυρίοις θηρίοις ἐμαυτὸν ἐμβαλών. ἀλλ’ ἔνα θᾶττον ἀπαλλαγείην ὑμῶν, ἐρῶ τὰ δοκοῦντα διὰ βραχέων, ἄν τε οἶς λέγω προσέ- χειν ἐθέλητε ἄν τε, ὡς ἔθος ὑμῖν, ἀλλαχῆ κεχηνέναι.