πότε οὖν ἐμὲ γελῶντα τεθέασαι; πότε τοὺς γελῶντας ἐπαινοῦντος ἀκήκοας; ὅς γε καὶ ὅτε τὴν πολύ σου μιαρωτέραν ἠγόμην μητέρα, πόρρωθεν ἠπείλουν ταῖς βώλοις βαλεῖν τοὺς τὸν ὑμέναιον ᾄδοντας, εἰ μὴ τῆς ἐσχατιᾶς ἀποσταῖεν. οὐδὲ γὰρ ὑμεναιούντων, ἀλλὰ μαινομένων ἡγοῦμαι τὸν τῶν γελώντων εἶναι χορόν. καὶ οὐκ ἄνθρωποι μόνον πλημμελεῖν μοι δοκοῦσιν ἁλισκόμενοι τούτῳ τῷ πάθει, ἀλλὰ καὶ τὸ μοσχίον εἴ ποτε ἐσκίρτησε, κατέαξα λίθοις αὐτοῦ τῶν ποδῶν, καὶ ὁ κύων εἰ σαίνει με προσιόντα, τῇ σκαπάνῃ συνθραύω. γεωργῶ δὲ ἀγρὸν οὐ, μὰ Δία, χλιδῶντα καὶ δένδροις κατάσκιον, ἀλλ’ ὄχθον τραχύν, θύμον γεωργοῦντα καὶ σφάκον, καὶ ἡδίων οὗτος ἐμοὶ ὧν ὑμεῖς γεωργεῖτε καταγελάστων κηπίων, οὐ γὰρ ἀγροὺς ἂν τὰ τοιαῦτα καλέσαιμι. 5 cf. p. 553, 2 | cf. p. 518, 5 14 σφακὸς ἡ λεγομένη ληλήσφακος (corr. ἐλελίσφακος) Va 2 1 ἠφίην Va sed ἡ (2) in ras m 2 ἀφίειν Cl 2 ποτὲ HV | τεθέασαί ποτε HV 3 ἐπαινοῦντος om Cl | πολύ σου scripsi e Μ πολὺ σοῦ HVBVaCl edd 4 μιαρωτάτην ClVa | ἠγόμην μητέρα scripsi e Β cum Cobeto Coll 297 μητέρα ἠγόμην ClM γυναῖκα ἠγόμην Va ἠγόμην γυναῖκα HV ἡγούμην μητέρα edd 5 βαλεῖν scripsi ex HVB ut coni Re βάλλειν VaclM edd 6 ἀποστῆεν HV | οὐ Mor 7 ἡγούμην ClM | εἷναι om BClM Mor inser Va 2 8 πλημελεῖν VaM 9 ἀλλὰ — 10 ποδῶν citat praemisso Λιβάνιος Andr. Lopadiota lex. Vindob. s. v. μόσχιον p. 121, 11 ed. Nauck | μόσχιον HVVaM Lopad edd 10 τῶν ποδῶν scripsi e libris τοῖν ποδοῖν edd sed γρ τῶν ποδῶν in marg Mor τὸν ἕτερον subintellegendum censet Re, num inserendum? 11 συνθλάω Va cum ras 1 litt supra quam ττ m 2 12 δένδρ(??) Β 13 γεωργοῦντα in suspicionem voca- vit Re cui oblocutus est Iacobsius Philostr. im. 277 14 σφάκον Va sed σ’ inser σφεκὸν HV φακόν BCl 19. Εἶτα, ὦ μιαρώτατε, τὰ μὲν βοίδια καὶ οἱ κύ- νες ζῶσι τὸν ἐμὸν βίον καὶ στέργουσί μου τὸν τρόπον, σὺ δὲ ὁ φάσκων ἐξ ἐμοῦ γεγονέναι καὶ κληρονομεῖν τῶν ἐμῶν ἀξιῶν, ὁ τραφεὶς ἐν τοιούτοις χωρίοις καὶ μετὰ ζώων οἵων ἄρτι κατέλεξα μόνος τῶν ἐκεῖθεν γε- λᾷς καὶ ταῦτα ἐμοῦ κατὰ γῆς ἐρριμμένου.