σὺ δὲ εἰς ἄκρον τοῦ πράγματος ἥκων ἐλάνθανες, ὥστε καὶ μισθώσαιντο ἄν σε οἶ κωμῳδοί, ἴνα γέλωτος αὐτοῖς πληροίης τὸ θέα- τρον. οἶμαι δὲ τοὺς κακοδαίμονας καὶ δρᾶμα ποιῆσαι R IV 618 τὸ νυνὶ τοῦτο συμβὰν καὶ ἄλλως εἰωθότας | τοὺς οἷος ἐγὼ τὸν βίον εἰμὶ κωμῳδεῖν. καὶ σὺ μὲν ἴσως ἑστήξεις γελῶν, ἐγὼ δὲ κείσομαι κατὰ γῆς, οἶ δὲ προσ- θήσουσιν οἵα εἰώθασι ῥήματα. τοιοῦτον αὐτοῖς δρᾶμα κεχορήγηκεν ὁ γέλως ὁ σός. ὅν ποῦ μεμάθηκας, ὦ κακό- δαῖμον; τίνα ἐζήλωκας; οὐκ ὀλιγάκις μέν, ἀεὶ δὲ ἀηδῶς σε προσεφθεγγόμην; εἰ δέ ποτε ἀνασχοίμην ἀργῶν, μίαν 2 cf. t. V 538, 6 sq. 4 cf. t. V 564, 14 15 sq. cf. p. 494 not. 2 1 οὐδὲν om Β Ι μὴν scripsi e VaM μὴ HVBCl edd 2 „malim ἀλλήλοις, εἶτα ἑαυτοῖς“ Re | ἃ πράττουσιν εἶτα ἀλλή- λους Macar 4 παραγἰγνεται HV Macar sed in hoc γ(2) inser m 2 προσγίνεται Cl 5 δὲ τίποτε Οἴμ’ 7 ἐνόμισας εἷναι Β 8 γε ante οὐδὲ edd delevi 9 μὴ δ’ ὢ μὴ δὲ HVB 10 οὐδὲ ClM | ὅτί ποτ’ Η Ι ποτέ VVaClM edd 11 ἐγὼ Va 16 οἴους Mor 17 ἑστήξεις scripsi secundum usum Libanii ἑστήξῃ libri edd | κατὰ γῆς κείσομαι VaClM | δὴ Mor 19 κακόδαιμον ὁ κακοδαίμων corr Va 2 20 ἐζήλωκας scripsi ἐζήλωσας libri edd | δὲ scripsi ut coni Re καὶ libri edd 21 ἀργὸν Va ταύτην ἠφίειν φωνήν, ἐμὲ ζηλοῦν καὶ τὸν ἐμὸν τρό- πον. πότε οὖν ἐμὲ γελῶντα τεθέασαι; πότε τοὺς γελῶντας ἐπαινοῦντος ἀκήκοας; ὅς γε καὶ ὅτε τὴν πολύ σου μιαρωτέραν ἠγόμην μητέρα, πόρρωθεν ἠπείλουν ταῖς βώλοις βαλεῖν τοὺς τὸν ὑμέναιον ᾄδοντας, εἰ μὴ τῆς ἐσχατιᾶς ἀποσταῖεν. οὐδὲ γὰρ ὑμεναιούντων, ἀλλὰ μαινομένων ἡγοῦμαι τὸν τῶν γελώντων εἶναι χορόν. καὶ οὐκ ἄνθρωποι μόνον πλημμελεῖν μοι δοκοῦσιν ἁλισκόμενοι τούτῳ τῷ πάθει, ἀλλὰ καὶ τὸ μοσχίον εἴ ποτε ἐσκίρτησε, κατέαξα λίθοις αὐτοῦ τῶν ποδῶν, καὶ ὁ κύων εἰ σαίνει με προσιόντα, τῇ σκαπάνῃ συνθραύω. γεωργῶ δὲ ἀγρὸν οὐ, μὰ Δία, χλιδῶντα καὶ δένδροις κατάσκιον, ἀλλ’ ὄχθον τραχύν, θύμον γεωργοῦντα καὶ σφάκον, καὶ ἡδίων οὗτος ἐμοὶ ὧν ὑμεῖς γεωργεῖτε καταγελάστων κηπίων, οὐ γὰρ ἀγροὺς ἂν τὰ τοιαῦτα καλέσαιμι. 5 cf. p. 553, 2 | cf. p. 518, 5 14 σφακὸς ἡ λεγομένη ληλήσφακος (corr. ἐλελίσφακος) Va 2 1 ἠφίην Va sed ἡ (2) in ras m 2 ἀφίειν Cl 2 ποτὲ HV | τεθέασαί ποτε HV 3 ἐπαινοῦντος om Cl | πολύ σου scripsi e Μ πολὺ σοῦ HVBVaCl edd 4 μιαρωτάτην ClVa | ἠγόμην μητέρα scripsi e Β cum Cobeto Coll 297 μητέρα ἠγόμην ClM γυναῖκα ἠγόμην Va ἠγόμην γυναῖκα HV ἡγούμην μητέρα edd 5 βαλεῖν scripsi ex HVB ut coni Re βάλλειν VaclM edd 6 ἀποστῆεν HV | οὐ Mor 7 ἡγούμην ClM | εἷναι om BClM Mor inser Va 2 8 πλημελεῖν VaM 9 ἀλλὰ — 10 ποδῶν citat praemisso Λιβάνιος Andr. Lopadiota lex. Vindob. s. v. μόσχιον p. 121, 11 ed. Nauck | μόσχιον HVVaM Lopad edd 10 τῶν ποδῶν scripsi e libris τοῖν ποδοῖν edd sed γρ τῶν ποδῶν in marg Mor τὸν ἕτερον subintellegendum censet Re, num inserendum? 11 συνθλάω Va cum ras 1 litt supra quam ττ m 2 12 δένδρ(??) Β 13 γεωργοῦντα in suspicionem voca- vit Re cui oblocutus est Iacobsius Philostr. im. 277 14 σφάκον Va sed σ’ inser σφεκὸν HV φακόν BCl 19. Εἶτα, ὦ μιαρώτατε, τὰ μὲν βοίδια καὶ οἱ κύ- νες ζῶσι τὸν ἐμὸν βίον καὶ στέργουσί μου τὸν τρόπον, σὺ δὲ ὁ φάσκων ἐξ ἐμοῦ γεγονέναι καὶ κληρονομεῖν τῶν ἐμῶν ἀξιῶν, ὁ τραφεὶς ἐν τοιούτοις χωρίοις καὶ μετὰ ζώων οἵων ἄρτι κατέλεξα μόνος τῶν ἐκεῖθεν γε- λᾷς καὶ ταῦτα ἐμοῦ κατὰ γῆς ἐρριμμένου. καίτοι εἰ καὶ ἐδάκρυσας ἢ εἰ τὸ πρόσωπον μετήγαγες δεῦρο R IV 619 | ἢ ἐκεῖσε ἢ προσῆλθες ἢ ἀπέστης ἢ ἐνεῖδες τῶν περιεστώτων τινὶ ἢ σοί τινες ἐκείνων, οὐκ ἂν ἤνεγκα ῥᾳδίως, ἀλλ’ ὁμοίως ἂν ἠγανάκτησα. οὐδὲ γὰρ κινεῖσθαι χρῆν ὅλως, ἀλλ’ ὥσπερ λίθον ἑστά- ναι ἢ μηδὲ ὅλως ἰδεῖν πεπτωκότα ἢ ἰδόντα πεσεῖν καὶ αὐτόν, τὴν γὰρ αὐτὴν δήπουθεν ὁδὸν ἐβαδίζομεν καὶ οὐκ ἐμοὶ μὲν ἦν ὀλισθηρά, σοὶ δὲ βέβαιος ἐπι- βαίνειν, οὐδὲ σὺ μὲν ἔνηφες, ἐγὼ δὲ ἐκραιπάλων, ἀλλ᾿ ἵνα ἑστιαθείης γελῶν καὶ εὐφράναις σαυτόν, βεβαίως τε ἔστης ἐπὶ τοσούτου πηλοῦ καὶ οὕτως ὀλισθηροῦ, καὶ οὐκ ἐς κόρακας, ἀλλ’ ἐμοὶ προσεῖχες τὸν νοῦν.