ἀλλ’ ὑμεῖς μὲν ἔρρωσθε οὕτω τοὺς παῖδας ὑμῶν σωφρονίζοντες καὶ μέχρι τούτου τῶν ἀδικημάτων αὐτῶν ἀνεχόμενοι. τοιγαροῦν βαράθρου πάντες ὑμῖν ἀποβαίνουσιν ἄξιοι. ἐμοὶ δὲ μέγιστον ἀδικημάτων | ὁ γέλως· τοῦτό R IV 617 με λυπεῖ. τίς ἐπὶ τούτῳ τὸν ἠδικηκότα ἀμύνεται; εἰ λάγνος ὢν ὁ παῖς ἀνιᾷ, τότε αὐτὸν ἀποκήρυξον· εἰ πορνοκόπος, τότε. ἐμὲ δὲ γελῶν ἐπ’ ἐμοί, μᾶλλον δὲ ὅλως γελῶν.