τί δ’ ἄν τις τούτῳ διαλέγοιτο; διαρρήγνυμαι δέ, νὴ τοὺς θεούς, ἐπὶ πολὺ τὸν νομοθέτην αἰδούμενος. καὶ μὴν λέγω ἀναφανδὸν ὧς οὐδὲν ἡμῖν χρηστὸν ἐνομοθέτησεν, εἴπερ ἃ λέγου- σιν οὗτοι τυγχάνει νενομοθετηκὼς κἀπὶ τηλικούτοις ἀδικήμασιν ἱκανὴν ᾠήθη τιμωρίαν εἶναι τὴν ἀποκή- ρυξιν. εἰ γὰρ προὔβη τῆς οἰκίας ἀπλῶς, εἰ γὰρ ἀνέ- τεινε τὰς ὀφρῦς ἢ προὔβαλε τοῦ ἱματίου τὴν χεῖρα ἢ προσέβλεψε τῶν μὴ συνήθων τινὶ ἢ μηδὲν ἐρωτώμενος ἐφθέγγετο, οὐκ ἐπὶ τὸ βουλευτήριον χρῆν ἄγειν εὐθὺς καὶ ἀπαλλάττειν τοιούτου κακοῦ τὴν οἰκίαν, μᾶλλον δὲ ὅλην τὴν πόλιν; 13. Ἀλλ’ εἰ μὴ καταπορνεύσει, φησί, τοῦ πα- τρὸς τὴν οὐσίαν ἢ γαστρὶ καὶ κύβοις ἐκδοίη, γελᾷ δὲ πεπτωκότος πατρὸς ἢ καὶ μὴ πεπτωκό- τος, ποῦ γὰρ ἄνθρωπος νοῦν ἔχων οὐ γελᾷ; 15 cf. Dion. Cass. 45, 28 1 μένος Va sed in με corr m 3 et ante μ ras 5 litt | καὶ ὄναρ] καὶ ὄναρ μόνον Cl καὶ μόνον Μ 2 τί HBVaM | που post βόθρον Β edd delevi 3 σορὸν HVVa sed in hoc ὁ (1) ex ω corr m 2, Μ | τις Mor sed γρ τι in marg 4 καὶ ante ἐπὶ ClM 5 αἰδοῦμαι ClM | μὴν λέγω scripsi auctore Iacobsio Lect 131 μὴ λέγω Η Mor μὴ λέγων VBVaClM Re 7 τοι- ούτοις Cl 9 ἀπέβη Va sed προὐ suprascr m 2. Μ ἀπέ η Cl | τῆς reposui e libris τις edd | εἰ γὰρ(2)] ἢ? | ἐνέτεινε HV 10 τὴν ὀφρῦν ClM | εἰ ClM | προὔβαλλε BVa | εἰ ClM 11 συνηθῶν edd 12 ἐφθέγγετο scripsi ex HV φθέγγοιτο BVa sed in hoc ἐφθέγγετο suprascr m 2, ClM edd | ἐχρῆν VaM 13 τοιούτου scripsi e libris τούτου Mor τοῦ τοιούτου e Mon Re | ἑστίαν Cl 15 καταπορνεύσῃ V Re καταπορνεύσοι Β | τὴν οὐσίαν τοῦ πατρὸς ClM <καὶ> τοῦ πατρὸς τὴν μὴ γαστρὶ coni Iacobs Lect 131 16 ἐν γαστρὶ Cl | ἢ Η 17 καταπεπτωκότος Οἴμ’ 18 οὐ inserui e Μ om HVBVaCl edd cf. ad p. 557, 12 υἱὸς ἴστω, φησί, καὶ τῶν σῶν κληρονόμος. ὢ τῆς ἀνοίας. καταναλώσας, φησί, τὴν οὐσίαν μὴ κλη- ρονομείτω μηκέτι. ποίας, ὦ κακοδαίμονες; τῆς παρὰ ταῖς πόρναις; ἢ τῆς κατακεκυβευμένης; ἀλλ’ ὑμεῖς μὲν ἔρρωσθε οὕτω τοὺς παῖδας ὑμῶν σωφρονίζοντες καὶ μέχρι τούτου τῶν ἀδικημάτων αὐτῶν ἀνεχόμενοι. τοιγαροῦν βαράθρου πάντες ὑμῖν ἀποβαίνουσιν ἄξιοι. ἐμοὶ δὲ μέγιστον ἀδικημάτων | ὁ γέλως· τοῦτό R IV 617 με λυπεῖ. τίς ἐπὶ τούτῳ τὸν ἠδικηκότα ἀμύνεται; εἰ λάγνος ὢν ὁ παῖς ἀνιᾷ, τότε αὐτὸν ἀποκήρυξον· εἰ πορνοκόπος, τότε. ἐμὲ δὲ γελῶν ἐπ’ ἐμοί, μᾶλλον δὲ ὅλως γελῶν. οὐδὲ γὰρ εἶναι ἀνθρώπων τὸ πρᾶγμά φημι, ἀλλὰ φλυαροῦσιν ὥσπερ καὶ τἄλλα πάντα οἱ τὸ γελᾶν ἴδιον ἀνθρώπου τιθέμενοι. τὸ δακρύειν γὰρ καὶ τὸ οἰμώζειν τίθεσθαι μᾶλλον ἐχρῆν. τούτου γὰρ ἄξια πράττουσιν ἄπαντες. ὁ δὲ γέλως, εἴπερ ἐπὶ χρηστοῖς γίνεται πράγμασιν, ἀλλότριον ἀνθρώπου παντάπασιν. 4 cf. t. IV p. 631, 11 R. Lys. Alc. Ι p. 142,16. Aeschin. Tim. p. 13, 34 8 ἀντίθεσις in marg Va 2 11 ἀνιᾶ δῆ supra ἐμὲ δὲ Va 2 2 δέ post καταναλώσας Va edd delevi 3 περὶ ClM 5 οὕτως HV 6 τούτου scripsi coll t. IV 219, 20 R τούτων libri edd | αὐτῶν om Cl 8 ἐμοὶ — 558, 4 παραγίνεται prae- missis verbis τῆς μελέτης ἐν ᾖ δύσκολος ἀποκηρύσσει τὸν διὰ τὸ ὄλισθον (ὀλίσθημα?) αὐτοῦ γελάσαντα παῖδα μέλ’ λ citat carius Chrysocephalus fol. 86 r | δὲ om Macar | μεγίστων Mor | τοῦτό με — 12 γελῶν om Macar 10 λάγνος scripsi e BVa ClM λάγνης HV λάγνις edd | ὢν] ἐστιν ὢ | υἱὸς ClM | ἀνίᾳ inser My om Cl 11 comma post γελῶν edd delevi | γελῶν, ἐπ’ ἐμοὶ δὲ (sc. γελῶν) coni Re γελῶν, γελῶν Iacobs Add 173 App Pors Adv 298 Lect 131 | μᾶλλον — 13 φημι in marg Va 2 om Cl 12 οὐδὲ — 13 φημι] οὐδὲ γὰρ ἄνθρωπος νοῦν ἔχων γελᾷ Macar cf. p. 556, 18 13 τἆλλα Η 14 δὲ Va 15 οἰμώττειν HV | τίθεσθαι om ClM 16 ἐπὶ scripsi e BVaClM Macar ut coni Re om ΗV ἐπεὶ edd 17 πράγμασι edd | ἀλλότριον — παντάπασιν om Cl | παντάπασι edd οὐδέποτε γὰρ οὐδὲν χρηστὸν οὔτε εἶδον οὔτε μὴν ὄψονται, ἀλλ’ ἀεὶ τὰ κακά, πρῶτον μὲν ἀλλήλους, εἶτα ἃ πράττουσιν. γελᾶν δὲ μίαν ἡμέραν ἐχρῆν, ὅτε ὁ βέλτιστος θάνατος παραγίνεται. 16. Σὲ οὖν τί δήποτε, ὦ κακόδαιμον, ἐπῆρε γελᾶν; κωμῳδοὺς ἐθεῶ καὶ τῶν ἐκεῖ γελωτοποιῶν ἴνα με εἶναι ἐνόμισας; ἢ κόρδακά γε ὀρχεῖσθαι κατὰ μέσης τῆς ἀγορᾶς, ἀλλ’ οὐ πίπτειν ᾠήθης με; καίτοι οὐδὲ κωμῳδοὺς πώποτέ σε θεασόμενον ἔπεμψα, ὡς μηδ’ ἐπ’ ἐκείνοις γελάσειας, καὶ οὐδ’ ὅ τι ποτ’ ἐστὶν ὁ γέ- λως ἔγωγε ᾤμην εἰδέναι σε.