ὡς δὲ τοὺς λόγους αὐτῶν οἴκοι μὲν οἱ ἄνδρες ἐπῄνουν, ἐν ἀγορᾷ δὲ τοῖς τῆς ἑταίρας ἐγοητεύοντο ῥήμασι, πέφυκε γὰρ πόρνη καὶ σώφρονα πεῖσαι κατα- φρονεῖν ἀρετῆς καὶ λόγοις ποικίλοις θηρεύειν πρὸς ἔρωτας, ὡς οὖν ἄμαχον ἦν τὸ κακὸν καὶ τελευτῶντες οἱ ἄνδρες οὐδὲ φοιτᾶν ἔτι πρὸς τὰς συνοικούσας ἠξίουν, αἱ μὲν πολλαὶ σωφροσύνην τιμῶσαι κρατεῖν τοῦ σχήματος ἐδυνήθησαν, ἔνιαι δὲ τῇ φύσει νικώμε- ναι ζηλωτὸν εἶναι τὸν Λαίδος κρίνασαι βίον καὶ δίκην παρὰ τῶν συνοικούντων ταύτην λαμβάνειν ἡγούμεναι πωλεῖν ἐνόμισαν δεῖν τοῖς βουλομένοις τὴν ὥραν.