ἐντεῦθεν ὑπῆρχεν αὐτῇ λυμαίνεσθαι τὴν πόλιν διχόθεν. ὅ τε γὰρ πλοῦτος ἅπας πρὸς αὐτὴν ἐκομίζετο φιλοτιμουμένων τῶν ἐρα- στῶν καὶ πειρωμένων αὐτὴν δόσει χρημάτων οἰκειοτέραν αὑτοῖς καταστῆσαι ἥ τε νεότης οὐδὲν ἔτι χρήσιμος R IV 434 ὑπῆρχε τῇ πόλει | μελέτης ἀμελοῦσα πολεμικῆς καὶ περὶ τὰς θύρας Λαίδος ἀσχολουμένη.