οἶμαι δὲ τὸν χρηστὸν τουτονὶ τοιαῦτα πρὸς ἑαυ- τὸν διαλέγεσθαι· εὐπρόσωπός ἐστιν ἡ Λαίς, ὥρᾳ σώματος λάμπει, ἀσμένως τοὺς εἰσφοιτῶντας προσδέχεται, τοὺς ἀπαντῶντας ὀνομάζει φιλ- τατοὺς. αἰ Χάριτες αὐτῇ διακονοῦσι. τὸ ταύτῃ δουλεύειν οὐκ ἀηδές. εἶτα τῆς τοιαύτης χηρεύ- σομεν; φέρε, καὶ ἀπούσῃ δείξω τῇ Λαίδι κεχα- ρισμένος τὸ πᾶν ἐμαυτῷ κατορθῶν.