42. Ἀλλ’, εἴπερ ὑμῖν, ὦ ἄνδρες Κορίνθιοι, μέλει τῆς εὐκοσμίας, μέλειν δὲ καὶ λίαν ἡγούμεθα, δίκην ἀξίαν τῆς ἀτοπίας ἐκτίσει οὗτος. ἔστι δὲ αὕτη τίς; μὴ τυχεῖν τῆς ἐλπίδος μηδὲ τὴν ποθουμένην ἰδεῖν, οἴεται γὰρ ἴσως δόξειν ἐπαφρόδιτος εἶναι παρ’ αὐτῇ τὸ ψήφισμα κατιούσῃ πολλάκις καὶ τὸν ἀγῶνα διεξιών, ὃ μὴ γενέσθαι θεοὶ οἱ κηδεμόνες τῆς πόλεως ἐπινεύ- σαιεν δίκην τὸν ἀλιτήριον τοῦτον τῇ ἀσεβείᾳ πρέ- πουσαν εἰσπραττόμενοι. οὐδὲν γὰρ οὕτω τοῖς ἐρῶσιν 11 ἐπίλογος M 1 οἷόν τε HViMaCl scriptura in Cr incerta 3 περὶ Va 4 μὴ δὲ HBVaMViMaCl Ferr | voce μέχρι parum certa des Cr fol 8 r 6 προτέρων ViCl sed in hoc in πρότερον corr m 2 9 τῇ σῇ διανοίᾳ παραδείγμασι Η 11 ἡμῖν MaCl | μέ- λει Va sed ει in ras m 2 μέλλει ἁ 12 μέλειν Va sed λ e λλ m 2 μέλει Β μέλλειν Cl | δὲ om Vi inser Cl 2 | καὶ om BVaM 13 οὕτος ἐκτίσει Η 14 μὴ δὲ HBVaMViMaCl Ferr 17 θεοὶ Ma sed οὶ ex ὸν corr m 3 om BVaM | οἱ om Η Vi inser Ma 3 | ἐπινεύσαιεν scripsi ἐπινεύσοιτε libri edd ἐπινεὐσαιτε coni Gasda 18 τοῦτον om Vi inser Ma 3 | ἀσε- βείᾳ scripsi ex HMViMaCl ut coni Re et Cobetus Coll 294 εὐσεβείᾳ BVa edd 19 οὐδὲν — 491,1 ἔχουσα omissa parti- cula γὰρ citat Macarius fol 81 r | δρῶσιν Β ἀνιαρὸν ὡς ἐλπὶς τοῦ ποθουμένου πέρας οὐκ ἔχουσα. οἶμαι δὲ τὸν χρηστὸν τουτονὶ τοιαῦτα πρὸς ἑαυ- τὸν διαλέγεσθαι· εὐπρόσωπός ἐστιν ἡ Λαίς, ὥρᾳ σώματος λάμπει, ἀσμένως τοὺς εἰσφοιτῶντας προσδέχεται, τοὺς ἀπαντῶντας ὀνομάζει φιλ- τατοὺς. αἰ Χάριτες αὐτῇ διακονοῦσι. τὸ ταύτῃ δουλεύειν οὐκ ἀηδές. εἶτα τῆς τοιαύτης χηρεύ- σομεν; φέρε, καὶ ἀπούσῃ δείξω τῇ Λαίδι κεχα- ρισμένος τὸ πᾶν ἐμαυτῷ κατορθῶν.