40. Ἐπειδὴ δὲ Λαίδι συνηγορῶν τῶν Ἀθηναίων ἐμνήσθης καὶ πολλὰς ἑταίρας ἔφης παρ’ ἐκείνοις εὐ- δοκιμεῖν, τὴν Ἀσπασίαν ἐκείνην, τὴν Μυρρίνην, τὴν Θεοδότην καὶ ἄλλας πολλάς, τὴν δὲ Φρύνην ὡς δή τι θαυμαστὸν λέγων ἐν Δελφοῖς ἔφης ἑστάναι χρυσῆν, μὴ παύσαιντο τὰς τοιαύτας θαυμάζοντες, μᾶλλον δὲ καὶ τὴν Λαίδα προσλάβοιεν ὅσοι τἀναντία τῇ πόλει φρονοῦσι, τί δὲ παθὼν πολιτείαν προφέρεις ἑτέραν καὶ νόμους οἷς οὐδὲν <καὶ> ἡμῖν ἐστι κοινόν;