διὸ πάντα λέγειν τολμῶσι τοὺς μὴ ταὐτὰ φρονοῦντας περὶ τὴν ἄνθρωπον ἦς τοὔνομα πολλάκις λέγειν ὀκνῶ. οὐδὲν γὰρ ἀναδύεται R IV 443 δυσχερὲς | πονηρὰ φύσις καταφρονοῦσα τῶν νό- μων καὶ πάντα τολμᾶν ᾑρημένη. ἐντεῦθεν καὶ συνη- γοροῦσιν ἑταίραις καὶ πρὸς τὸ δοκοῦν τὰς προσηγορίας τῶν πραγμάτων μετασκευάζουσι ῥᾳστώνην μὲν τὴν ἀκρασίαν, ἀνήμερον δέ τι χρῆμα τὴν σωφροσύνην ἡγούμενοι. τί οὖν θαυμαστὸν εἰ τοὺς σώφρονας οὗτοι πορνοβοσκοὺς ὀνομάζουσι; τῶν αὐτῶν δ’ ἂν εἴη καὶ τοὺς ἐναντίους, οἷοιπερ αὐτοὶ τετυχήκασι, τοῖς σεμνο- τέροις τιμᾶν ὀνόμασι.