32. Ἀλλ’ οὐ τῆς πόλεως ὅλης, φησίν, ἐστὶ τὸ βούλευμα, ἑταῖραι δὲ τῶν ἀδόξων τινὲς ζηλο- τυποῦσαι ἰδίᾳ πείθουσι τοὺς οἰκείους πορνο- βοσκοὺς τὸ κατ’ ἐκείνης ψήφισμα γράψαι προ- στησαμένους ἔνα σχηματιζόμενον ἐπιείκειαν. ἔοικας, ἄνθρωπε, τοὺς πορνοβοσκοὺς ἐσπουδακέναι σεμνύνειν καὶ βούλεσθαι τὰς ἑταίρας εὐδοκιμεῖν, ὅτι τῇ Λαίδι τὴν αὐτὴν ἐπιτηδεύουσι τέχνην. ἐντεῦθεν τοσούτων ἀγαθῶν αἰτίας ἀποδεικνύειν ἐπιχειρεῖς μηδὲ τοὺς πορνοβοσκοὺς αὐτῶν ἀποστερῶν τῆς εὐφημίας. εἰ γὰρ δοίημεν ἐκείνων εἶναι τὸ πᾶν, χάριν αὐτοῖς ὁμολογῆσαι προσήκει.