ἐφάνημεν χρήσιμοι τοῖς Ἀθηναίοις | ἐν τῷ πρὸς Αἰγινήτας ἐπικουροῦντες R IV 442 πολέμῳ. ἠλευθερώσαμεν δουλείας Ἀθηναίων τοὺς Ἕλ- ληνας, οὐ γὰρ ἠνειχόμεθα δυνάμενοι παῦσαι τὰ δυσ- χερῆ μὴ γενέσθαι τοῖς ἀδικουμένοις προστάται. πλεί- στας ἀπῳκίσαμεν πόλεις τὴν Ἑλλάδα τῇ προσθήκῃ τοῦ γένους εὐεργετοῦντες. ταῦτα τὰ πρῴην ἡμῶν κατ- ορθώματα. ἀντεισῆκται δὲ νῦν ἀντὶ τῶν χρηστῶν τούτων μέθη καὶ κῶμοι καὶ πολυτελεῖς ἑστιάσεις. ἃ παῦσαι δεῖ τοὺς δόξης ὀρεγομένους.