ἐρεῖς, εὖ οἶδα, πολλὰς ἐκείνη Λαίδας πρὶν ἀποθανεῖν ἀποδείξει τῇ πόλει. τοῦτο γάρ σοι τυγχάνει τὸ σπουδαζόμενον μόνους ἡμᾶς ἀκρασίαν νοσεῖν ἀποδεῖξαι παρὰ πάντας. εἰπὲ γάρ μοι, πότερον πρὶν οἰκεῖν ἐν Κορίνθῳ Λαίδα τὴν διαβολὴν ἴσχεν ἡ πόλις ἢ συνεισῆλθεν ἐκείνῃ τὸ νόσημα; οὐδεὶς οὕτως ἀτιμάζων ἐστὶ τὸ δίκαιον ὧς μέμψασθαί τι περὶ τῶν ἀρχαίων ἡμῖν. οὐκοῦν ἐκ τοῦ μηδὲν γενέσθαι πρὸ ταύτης αἰσχρὸν τῆς ὕστερον ἀδοξίας αἰτία φαίνεται.