26. Ἀλλ’ ἄμεινον περὶ ταύτην ἀσχολεῖσθαι, φησί, καὶ μὴ βιαίως διὰ τὰς μοιχείας ἀναιρου- μένους εἰς ὀλιγανθρωπίαν ἄγειν τὴν πόλιν. καὶ πῶς οὐ κρεῖττον εἰς ἀγαθοὺς εὐαριθμήτους τελεῖν ἢ πλῆθος κακιζόμενον ἔχειν; εἰ γὰρ ἑνὸς πονηρία κοινὰς ἀπεργάζεται συμφοράς, τί δρᾶν εἰκὸς αὐτὴν ἐκφερομένην εἰς πλείονας; ἐπειδὴ δὲ σεμνὸς εἶ φόνους καταλέγων ἡμῖν καὶ τῆς πόλεως ἐρημίαν, ὧν ἐκείνη μὴ παροῦσα δέδωκεν ἀφορμὴν ἔξιν ἀκόλαστον ταῖς τῶν νέων ἐνθεῖσα ψυχαῖς, οὐκ ὀκνήσω λέγειν ὡς ἔγωγε τῶν παρανομούντων ἡδέως ἂν αὐτόχειρ γενοίμην, πλὴν πότε τοσούτους δείξεις διὰ μοιχείαν ἐννόμως ἀνῃρη- μένους, ὅσους ἡ μιαρὰ κεφαλὴ τεθέαται περὶ τὸ αὑτῆς ἐργαστήριον ἐσφαγμένους παρανομώτατα; πόσαι τοὺς συνοίκους ὁρῶσαι Λαίδι συζῶντας χηρείαν ἐδάκρυσαν οὐδὲ παισὶν ἔχουσαι παραμυθεῖσθαι τὴν συμφοράν; 1 cf. t. IV 287,8. Her. II 168. Thuc. I 130,1. Plat. rep. IX p. 574 D; 575 B 7 Hes. op. 240. Aeschin. Ctes. p. 73,1sq. 15 Arist. Ach. 285 7 φησὶ γὰρ Ησίοδος πολλάκις καὶ ξύμπασα πόλις κα- κοῦ ἀνδρὸς ἀπηύρα Μa 2Wolf Mor 1 δορυφορεῖν MMa sed τιμᾶν in marg Mm et ἤτοι τιμᾶν suprascr Ma 3 2 θεραπεύσει scripsi θεραπεύσηι Cr θερα- πεύση HViMa sed in hoc γρ δεῖ θεραπεύεσθαι in marg m 2, Cl δεῖ θεραπεύεσθαι Β VaM post θεραπεύσηι spatium —5 litt Cr 5 ὀλιγανθρωπίας Vi 11 μὴ inserui auctore Re coll p. 483,9 sq. om libri edd ἀποῦσα coni Gasda | „post ἀφορμὴν deesse videntur haec ferme: ἐγώ σοι φόνους καταλέξω, ὧν ἐκείνη παροῦσα δέδωκεν ἀφορμὴν“ Re 12 „post ὀκνήσω videtur γὰρ υel δὲ deesse" Re 13 αὐτόχειρ ἡδέως ἂν Ma | πλὴν πότε re- posui e libris πότε Ferr πότε πλῆ ’ν Mor Re qui adnotat: „πλὴν recte deest Wolf. verum eius loco malim γὰρ aut σύ“ πότε πάλιν Iacobs Add 358 15 αὐτῆς libri edd 17 τὴν ante χηρείαν inserendum coni Gasda πολλὰς γὰρ ἐκώλυσε παῖδας ἔχειν, ἐξ ὧν πεφύκασιν αἱ πόλεις ἀσφάλειαν ἔχειν καὶ πλήθει | κρείττους R IV 441 γίνεσθαι τῶν ἐναντίων. αἴ τε γὰρ δυνάμεις ἀνθοῦσι προστιθεμένης ἡλικίας ἀεὶ δυναμένης πονεῖν οἴ τε στρατευόμενοι περὶ τῆς φύσεως κινδυνεύοντες αἱροῦν- τᾶι πίπτειν καλῶς ἢ μετὰ τῶν παίδων ζῶντες δου- λεύειν. ὧν φροντίδα παροῦσα ποιεῖσθαι Λαὶς τοὺς πολίτας ἐκώλυεν. ὥστε λέληθας δι’ ὧν συνηγορεῖς τῆς Λαίδος κατηγορῶν καὶ τῶν γεγενημένων παρούσης <τε> καὶ μὴ συμφορῶν αἰτίαν ἀποδεικνύς.