καὶ πῶς ἂν ἐντεῦθεν τὸ ἀκό- λουθον σώζοιτο; εἰ γὰρ ἔννομος ἡ φυγή, μετακαλεῖν οὐ συμφέρον· εἰ δὲ τὸ παρεῖναι Λαίδα λυσιτελές, τί μάτην ἠδικοῦμεν τὴν ἄνθρωπον; εἰ γάρ, ὅτε τὸ κατὰ Λαίδος ἐγράφετο ψήφισμα, ἐνδείξασθαί τις ταύτῃ βουλόμενος ὅτι | τῆς πρὸς αὐτὴν εὐνοίας οὐδὲν R IV 440 προτιμᾷ παρελθὼν ἐπειρᾶτο πείθειν τὸ ψήφισμα ἀκυ- ροῦν, πότερον ἀπεδέχεσθε ἂν τοὺς λόγους ἢ νομίσαν- τες ληρεῖν οὐκ ἠνέσχεσθε τὸν δῆμον ἐξαπατῶντος ἀκούειν;