φέρε δή, πρὸς θεῶν, εἰ ἀποδεξαμένων ὑμῶν τὰ ἐπαφρόδιτα ταῦτα καὶ γέμοντα πολυλογίας ἐρωτικῆς τὴν πολλήν τις ἀτοπίαν ὁρῶν καταγνώσεται τοῦ πε- πεικότος ἑταίραν ἐπὶ διαφθορᾷ τῶν νέων κατάγειν, ἢν ὅπως σωθῶσιν ἀπηλάσατε, ὁ δὲ πεπεικὼς πρὸς τὸν αἰτιώμενον φήσει ἄνθρωπε, τί μᾶλλον τοῦ γρά- ψαντος ἢ τῶν πεπεισμένων κατηγορεῖς; ἐγὼ μὲν γὰρ.τότε νομίσας συμφέρειν παρῄνουν, τὴν δὲ πόλιν, εἴπερ μὴ καλῶς ἔχειν ἐδόκει, παρὰ γνώμην κυροῦν οὐδεὶς ἦν ἀναγκάζων, εἰ ταῦ- τὰ λέξει, οὐχ αὑτῷ μὲν κοῦφον ἐργάσεται τὸ πλημμέ- λημα, τὴν αἰτίαν δὲ πᾶσαν ὑμῖν ἀναθήσει; εἶτα πῶς οὐκ αἰσχρὸν ταῦτα λεγόντων ἀνέχεσθαι ἐξ ὧν τοῖς μὲν ἡμαρτηκόσιν ἀπολογίας ἔσται καταφυγή, τῶν δὲ ἡσελ- γημένων ἡ πόλις τὴν ὕβριν ὀφλήσει;