20. Ἀλλ’ ἴσασιν ἅπαντες, εἰ μὴ λίαν εἰσὶν εὐήθεις, τοῦ ψηφίσματος τὴν διάνοιαν καὶ τὴν πόλιν κακίζουσι τοιούτοις ἐπιτρέπουσαν γράφειν ὅ τι καὶ βούλονται. παῦσαι τοίνυν τοῖς ὁμολογουμένως αἰσχροῖς συνεργῶν εὐνοίας προφάσει. καλῶς τὴν νεότητα σωφρονεῖν ἡ πόλις παιδεύσει πόνοις ἀρίστοις τὸ πλημμελὲς ἀπελαύ- νουσα. καὶ γὰρ ἐπὶ θήραν ἰέναι τοξεύειν τε καὶ τοῖς ὅπλοις ἀναγκάσει χρῆσθαι τὴν μάχιμον ἡλικίαν, ὥστε μηδὲ χώραν εἶναι ταῖς ἡδοναῖς. καὶ γὰρ ἐξ ἡδυπαθείας ἔρως πέφυκε γίνεσθαι καὶ τρυφῆς. ταύτης τοίνυν ἀναιρουμένης, ἀντεισφερομένης δὲ μελέτης πολεμικῶν ἠρεμοῦσιν αἱ περὶ ταῦτα φροντίδες. ἀλλ’ ὁ χρηστὸς οὑτοσὶ πάντων ὑπεριδὼν ἑνὸς μόνου γίνεται πεῖσαι κατάγειν Λαίδα καὶ περὶ τούτου πᾶσαν πεποίηται τὴν 19 cf. t. II 323, 18 1 αὐταῖς libri edd 2 κοινὴν scripsi e BVaViMaCl κοινῇ ΗΜ edd | ἰδίᾳ post ἀσφάλειαν inserendum coni Gasda 3 ὅτι MViMaCl Ferr et γρ in marg Mor 4 οὐ inserui auc- tore Gasda om libri edd | τιμωρίαν ἡμεῖς BVa 7 ὡς in ὥστ’ corr Cl | φής libri edd 10 τὴν διάνοιαν τοῦ ψηφίσματος Ma 11 τούτοις Vi | ὅτι VaViMaCl 12 ὁμολογουμένοις Ma sed ως supra ὄις m 3 | συνερῶν coni Re at cf. p. 469, 12 14 παιδεύει ViMa sed in hoc σ’ inser m 3, Cl | πλημελὲς Va MMaCl 17 μὴ δὲ libri Ferr | εἷναι χώραν Vi | ἐξ — 20 φρον- τίδες citat Macarius fol. 81 r 18 γίγνεσθαι BVa | τρυφῆς τοίνυν ταύτης Β | τοίνυν] δὲ Macar 19 ἀντεισφερομένης δὲ] καὶ ἀντεισφερομένης Macar 21 γίνεται μόνου H R IV 439 σπουδὴν ἐρρῶσθαι τῷ | συμφέροντι φράσας τῆς πόλεως· ἐπτόηται γάρ, ὧς ἔοικε, περὶ τὴν ἄνθρωπον καὶ μόνην ἡγεῖται σώματος ἔχειν τὴν ὥραν λαμπράν, ὅθεν θεραπεύων τὸν ἔρωτα τὴν ποθουμένην αἰτεῖ.