πρὸς θεῶν, πότερον ἄμεινον εἶναί σοι δοκεῖ, ἑκατέρου κρατεῖν ἢ θάτερον μὲν ψήφῳ κυροῦν, τὸ δὲ ἕτερον παῦσαι; ἴσως ἂν τὸ πρότερον ὁμολογήσαις ἐρυθριῶν. οὐ γὰρ ὁ τὰ μέτρια πλημμελῶν, ἀλλ’ ὁ μηδενὶ τῶν φαύλων νικώμενος εὐδαίμων ἂν εἰκότως νομίζοιτο. μεινάτω τοίνυν ὧς ἔχει Λαίς, καὶ τὰ τῆς εὐκλείας ἐξ ἡμισείας τέως κατώρθωται. οὔτε γὰρ ἡ νεότης περὶ ἐκείνην κωμάζουσα περιφρονήσει τὰ τακτικὰ καὶ ὃν ἔδει πλοῦ- ’τον ὑπὲρ τῆς πόλεως ἀναλοῦν εἰς εὐωχίας πολυτελεῖς καὶ μέθην καὶ τὰς αἰσχρὰς δαπανήσει τῶν ἡδονῶν ἥ τε πόλις οὐ δόξει μεταβεβλῆσθαι, περὶ ὧν καὶ σὺ κα- 3 ἁμαρτημάτων] ἤτοι πορνείας καὶ μοιχείας My 9 θάτε- ρον] πορνείαν MmMa 3 ἕτερον] μοιχείαν My Ma 2 10 τὸ πρό- τερον] τὸ ἑκατέρου κρατεῖν MmMa2 1 ἐσπουδακότας περὶ ταύτην BVa 5 δέον] „sententia postulat εἰ δέ δεῖ. Sed satius est suspicari hic aliquid deesse, e. c. εἰ δὲ φιλονεικεῖς ὧς δέον“ Re at cf. p. 468, 15 6 ἂν poat ἧς inserendum coni Gasda 7 τῆς ἀφ’ ἑκατέρου coni Re | φανείη scripsi φανῇ libri edd | θεοῦ Μ 8 δοκεῖ εἷναί σοι Η ἑκατέρου Μ sed et οὐ in ras m 2 10 ὁμολογήσαις scripsi ὁμολογήσης BVaMaCl ὁμολογήσεις HMVi edd ὁμολογήσειας Gasda | οὐ γὰρ in marg Cl 11 γὰρ ὁ om Vi | πλημελῶν Va MMa 13 ὧς ante ἐξ Vi | ἐξημισείας B 14 τέως post νεότης ViMaCl et inser Va 2 | περὶ ἐκείνην κωμάζουσα inser Ma 2 om BVaViCl 15 καταφρονήσει Va sed πέρι supra κάτα m 2 16 περὶ Ferr et γρ in marg Mor 17 δαπανήσεις Vi Ma sed in hoc ς add m 3 | τῶν ἡδονῶν in lac 7—8 litt om τῶν νέων ViMaCl λῶς ἔχειν ἄκων ὁμολογεῖς. δι’ ὧν γὰρ ἔφης οὐκ αὐτόθεν βούλεσθαι Λαίδα μετακαλεῖν, ἀλλ’ ἵνα τὰς ἐν τῇ πόλει σωφρονεῖν παρασκευάσωμεν, ἔδειξας οὐκ ὂν αὐθαίρετον οἰκεῖν ἐν Κορίνθῳ Λαίδα. εἰ γὰρ ἀγαθὸν ἔκρινας αὐτὸ μὴ χείρονι παραβάλλων ἑτέρῳ, οὐκ ἂν τὴν αἰτίαν προσέγραφες παραμυθούμενος τὸ πλημμέλημα τῷ δοκοῦντι συμφέρειν. ἀλλ’ εἰ νομίζεις δύνασθαι σωφρονεῖν τὰς ἤδη νενικημένας ταῖς ἡδοναῖς, αἷς ἐπικουρεῖν τῇ τῆς Λαίδος καθόδῳ νενόμικας, εἰσί που πάντως ἕτεροι τρόποι δι’ ὧν πείσομεν ἠρεμεῖν καὶ μὴ πρὸς ἡδονὰς ἀτόπους ἐκφέρεσθαι.