ἴδει δὲ ἄρα προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι κατάγειν ἢ θάνατον εἶναι ζημίαν κατὰ τοῦ πείθειν ἐπιχειροῦν- τος. οὕτω γὰρ οἶ χρηστοὶ τῆς Λαίδος συνήγοροι του- τοῖσί τοῖς χρηστοῖς οὐκ ἂν ἐχρήσαντο ῥήμασι· ναί, φασίν, ἀλλ’ ἀπελαθείσης ἐκείνης ἡ νεότης ἀδι- κεῖ τὰς νόμῳ δοθείσας καὶ πολλαὶ Λαίδες ἀντὶ μιᾶς ἐν τῇ πόλει γεγόνασι. δεῖ οὖν κατάγειν καὶ τὰς ἡδονὰς τῶν νέων δι’ ἐκείνης ἀναπλη- ῥοῦν. οὕτω γὰρ στήσουσι τὴν ἄτοπον περὶ τὰς ἐλευθέρας ὁρμήν.