ἀλλ’ ἐπειδὴ μεῖ- ζον ἄτοπον εἶναι δοκεῖ περιιδεῖν νόσημα μεγέθει νι- κῶν καὶ μέλλον ἐπινέμεσθαι πάλιν τὴν Κόρινθον ἄμεινόν τε διελέγχειν λόγῳ τὸ πραχθὲν ἢ δέξασθαι δευτέρας ἁμαρτίας ἀρχήν, οὐκ ὀκνήσω τὰ πρῴην γε- γενημένα φέρειν εἰς μέσον, εἰ καὶ τοῦ τῆς πόλεως ἤθους καὶ τῆς ἐμῆς πολιτείας ἔξω τὸ πρᾶγμα δοκεῖ.