10. Μέλλων δὲ κατάπλους ἐπὶ τὴν ἑταίραν τῶν Ἑλλήνων ἀπαριθμεῖσθαι τὴν ἀδοξίαν τὴν ἐμὴν καὶ τῆς πόλεως δεδιὼς ἐγκαλύπτομαι τοῦτο μὲν εἰς ἀνά- μνησιν ἄγων τῆς πατρίδος τὰς συμφοράς, τοῦτο δὲ λέγειν ἀναγκαζόμενος ἃ μὴ πρέπει τοῖς ἀξίως τῆς Κορίνθου γραφεῖσι, καὶ δέδοικα μὴ δόξω τις εἶναι μισόπολις φέρων εἰς μέσον τὰ μὴ καλῶς πραχθέντα ἐν ταύτῃ. τὸ γὰρ ἀτόπου πεπραγμένου τινὸς οὐκ ἐθέ- λειν ἠρεμεῖν καὶ τῇ σιωπῇ τὸ πάθος ἀμβλύνειν, ἀλλὰ δίκην βούλεσθαι τῶν γεγενημένων λαβεῖν εἰς ἐπίδοσιν πέφυκε μᾶλλον ἄγειν τὴν ὕβριν. ἀλλ’ ἐπειδὴ μεῖ- ζον ἄτοπον εἶναι δοκεῖ περιιδεῖν νόσημα μεγέθει νι- κῶν καὶ μέλλον ἐπινέμεσθαι πάλιν τὴν Κόρινθον ἄμεινόν τε διελέγχειν λόγῳ τὸ πραχθὲν ἢ δέξασθαι δευτέρας ἁμαρτίας ἀρχήν, οὐκ ὀκνήσω τὰ πρῴην γε- γενημένα φέρειν εἰς μέσον, εἰ καὶ τοῦ τῆς πόλεως ἤθους καὶ τῆς ἐμῆς πολιτείας ἔξω τὸ πρᾶγμα δοκεῖ.