ὁ μὲν ἔφη δεῖν ποιήσασθαι τῶν πόνων ἀνάπαυλαν, ἕτερος ἐλευθἐ- ραν καταστῆσαι πολεμίων τὴν πόλιν, ἄλλος ἀφεῖναι Μεσήνην διὰ τὴν ἀνάγκην αὐτόνομον, ἤδη δέ τις εἰπεῖν, ὦ θεοί, Λακεδαιμονίοις τετόλμηκεν· ἄμαχοι Θηβαῖοι καὶ δεῖ κελεύουσι πείθεσθαι. Σέριφόν τις οἰκεῖν τούτων ἀκούων, οὐ τὴν ἡμετέραν <ὰν> ὑπώπτευσε. δειναὶ γὰρ αἰ συμφοραὶ τοῦ παραμυθου- μένου χηρεύουσαι, δεῖ γάρ τι καὶ πρὸ τούτων εἰπεῖν, φρόνημα ταπεινῶσαι καὶ λίαν ὑπέρογκον.