6. Βούλομαι δὲ καὶ τὴν ἄλογον μεταβολὴν τῆς τύχης διεξελθεῖν, οὐχ ἵνα τὸν κατήγορον εὐφράνω τοῖς διηγήμασιν, ὁ γὰρ ἀγανακτῶν ἐπὶ λύσει τῶν δυσχερῶν δῆλός ἐστι καὶ μέχρι τῆς ἀκοῆς αὐτῶν εὐφραινόμενος, οὐδ’ ἴνα τὰς συμφορὰς ὑπομνήσω τὴν πόλιν, ἀπώκνησα γὰρ ἂν ἐκείνων μνησθῆναι, νὴ τὸν Ἀγησίλαον τὸν ἐμόν, μὴ τῆς εὐκλείας ἡμεῖς τῶν προ- γόνων λείπεσθαι δόξωμεν, εἰ μὴ τοῖς δι’ ἐμοῦ πεπραγ- μένοις παρεμυθούμην τὴν συμφοράν, ἀλλ’ ἔνα τὴν εὔνοιαν ἢν ἔχω περὶ τὴν πόλιν ἐνδείξωμαι.