θαυμάζω δὲ πῶς οὐ συνίης ἀνεύθυ- νόν με δι’ ὧν ὁμολογεῖς καθιστῶν, ἀλλ’ οὐκ ἡδικη- κότα τοῖς σοῖς ἐλέγχων ἐπιχειρήμασιν. ἐπαινῶν γὰρ τὸ πραχθὲν λανθάνεις σεμνύνων τὸν εἰσηγησάμενον τὸν κίνδυνον ὑποστῆναι. ἢ τοίνυν κακίζων τὴν πρᾶξιν διάβαλλε ἢ τὸ γεγονὸς τιμῶν ἀποδέχου τὸν αἴτιον. τί δεῖ λόγων; εἴ σοι δοκῶ πλημμελεῖν περὶ τῆς ἐλευθερίας ἐσπουδακώς, δῆλος εἰ δουλεύειν ἐθέλων R IV 430 | Θηβαίοις τὴν Σπάρτην· εἰ δὲ καὶ μέχρι ῥημά- των αἰσχρὸν εἶναι τοῦτο Λακεδαιμονίοις ὁμολογεῖς, συνέβη δ’ ἂν ὑποθεμένης τῆς πολιᾶς, εἴπερ ἐσιώπων ἐγώ, πῶς παρανόμων κατηγορεῖς δι’ ὅν οἱ νόμοι φυ- λάττονται τῆς πατρίδος καὶ σὺ τυγχάνεις ἐλεύθερος;