21. Ἀλλὰ δέδωκας, φησίν, ἀφορμὴν θρασύ- νεσθαι τῇ νεότητι. τοῦτο γὰρ αὐτοῦ τῆς κατηγορίας τὸ μέγιστον, μηδὲ παύσαιντό γε, θεοὶ σωτῆρες, οἱ νέοι καιροῦ καλοῦντος παραπλησίως ἐμοὶ θρασυνό- μενοι, εἴ γε θράσος δεῖ τὴν παρρησίαν ὀνομάζειν τὴν εὔλογον. ἀπόκριναι γὰρ πυνθανομένῳ μοι παρελθών· τίνος ἕνεκεν ὁ νόμος εἴργει τοῦ βήματος τὴν νεότητα, τοῖς δὲ γεγηρακόσιν ἐπ’ ἀδείας λέγειν δεδώρηται; ἢ δῆλον ὡς τοὺς μὲν εὖ φρονεῖν ὑπο- λαμβάνων καὶ δι’ ἐμπειρίαν τὸ λυσιτελοῦν εἰσηγεῖσθαι τῇ πόλει, τοὺς δὲ διαμαρτάνειν μήπω τῆς ἡλικίας πεπαιδευμένης εἰδέναι τὰ πράγματα;