εἰ δὲ καὶ ζημίας ἐμοὶ καὶ κίνδυνον τῷ σεσωκότι τὴν πόλιν ὁ νόμος ἐπέφερεν, οὐδέποτ’ ἂν ἔγωγε τῆς κοι- νῆς εὐπραγίας τὴν ἐμὴν προτιμᾶν ἠνειχόμην ἀσφά- λειαν. πῶς γὰρ οὐκ ἄτοπον τὴν μὲν ἄλλην μεθ’ ὅπλων νεότητα προκινδυνεύειν τῆς πόλεως, ἐμὲ δὲ μηδὲ τῆς ἀπὸ τοῦ λέγειν κατηγορίας, εἰ δοκοῦν οὕτως εἴη τοῖς 1 μόνης scripsi ex HMaClBa μόνους BMLaur edd sed „aut μόνους οὐχ ἥττονας aut μόνους ἡμᾶς ἥττονας“ coni Re μόνος Iacobs App Pors Adv 297 Anth Pal III 23 2 ὅσον — 6 γινόμενον citat Macarius fol 81 v 3 παρελπίδας MaBa Μ 4 καὶ scripsi ex Η et Macar ὡς reliqui libri sed καὶ suprascr Ma 3, edd | συμβαίνουσα Ba Mor Re 5 ὁ Ma sed in ἡ corr, Cl 6 γιγνόμενον MaM 8 ὃ ante μεῖζον BMa sed in hoc inser m 2, MLaur edd sed „aut et ὃ et ὂν deletum malim aut saltim ὃ“ Re | ἢ] ὃ ClBa | κατώρθωτο scripsi κατώρθωται libri (κατόρθωται Laur sed ω supra ο m 2) edd 9 ἂν scripsi παρέχω libri edd | νίκῃ Ma sed γρ τύχη suprascr m 2 10 προαγορεύσει Ma sed ς inter ο et α inser et ει in ασ corr m 2 14 καὶ om Β | ζημίαν ClBaB 15 οὐδέποτε Cl 16 προτιμᾶν inser Ma 3 om Cl προτιμῶν Βα 18 μηδὲ scripsi μὴ δὲ HBaB μὴ MLaur edd om MaCl 19 λόγου MaCl | εἴη συκοφάνταις, ἀνέχεσθαι τῆς ὅλης μέλλοντα τῇ πόλει σωτηρίας αἴτιον γίνεσθαι; 21. Ἀλλὰ δέδωκας, φησίν, ἀφορμὴν θρασύ- νεσθαι τῇ νεότητι. τοῦτο γὰρ αὐτοῦ τῆς κατηγορίας τὸ μέγιστον, μηδὲ παύσαιντό γε, θεοὶ σωτῆρες, οἱ νέοι καιροῦ καλοῦντος παραπλησίως ἐμοὶ θρασυνό- μενοι, εἴ γε θράσος δεῖ τὴν παρρησίαν ὀνομάζειν τὴν εὔλογον. ἀπόκριναι γὰρ πυνθανομένῳ μοι παρελθών· τίνος ἕνεκεν ὁ νόμος εἴργει τοῦ βήματος τὴν νεότητα, τοῖς δὲ γεγηρακόσιν ἐπ’ ἀδείας λέγειν δεδώρηται; ἢ δῆλον ὡς τοὺς μὲν εὖ φρονεῖν ὑπο- λαμβάνων καὶ δι’ ἐμπειρίαν τὸ λυσιτελοῦν εἰσηγεῖσθαι τῇ πόλει, τοὺς δὲ διαμαρτάνειν μήπω τῆς ἡλικίας πεπαιδευμένης εἰδέναι τὰ πράγματα;