ἐπειδὴ δέ τινος αἰσχροῦ πεῖραν λαβεῖν ἡ νεότης ἡ ἐμὴ διεκώλυσε, προσποιούμενοί τινες τοῖς νόμοις ἐπικουρεῖν, τῇ δ’ ἀληθείᾳ συναλγοῦντες Θη- βαίοις καὶ τῆς κατηγορίας τὴν αἰτίαν εὐπρόσωπον ἔχοντες ἑτέραν ἀδοξίαν περιποιοῦσι τῇ πόλει. διδόασι γὰρ τοῖς βουλομένοις τῶν Ἑλλήνων ὑπονοεῖν ὧς Λακε- δαιμόνιοι τύχῃ νενικηκότες, οὐκ ἀρετῇ τοὺς οἰκείους ὑπὲρ ἀνδρίας εὐθύνουσι δέει τοῦ μὴ παθεῖν ἐπισφαλῆ τὴν προθυμίαν ἐν τοῖς κινδύνοις ἡγούμενοι. τούτου χάριν γραφέσθω με νῦν ὁ βουλόμενος. οὐδέποτε γὰρ τὸ Σπαρτιάτης ὑπάρχειν ἑκὼν εἶναι προδώσω. ἐγὼ μὲν οὖν ᾤμην μετὰ τὴν λύσιν τῶν ἐλπισθέντων ἡμῖν δυσχερῶν καὶ τὸ τρόπαιον ἐκεῖνο τὸ πολλοὺς εἰς δά- κρυα κινῆσαν ὑφ’ ἡδονῆς εὐθὺς οἷά τις Ὀλύμπια νενικηκὼς στεφανηφορεῖν καὶ τῆς Λακεδαίμονος σωτὴρ ὀνομάζεσθαι· νυνὶ δὲ δι’ ὧν εὐθυμεῖν τῇ πόλει καὶ τῷ κατηγόρῳ πεφιλοτίμηται μόνῳ κινδυνεύειν ἐμοὶ συνέβη τῷ δεδωκότι τῆς εὐημερίας τὴν πρόφασιν. ἀλλ’ 4 Dem. cor. p. 277, 15 15 Dem. Mid. p. 530, 28 11 ὅτε τὸ εἷναι κατὰ τοῦ ἑκὼν τεθῇ, τὸ εἷναι ἀργόν ἐστιν in marg Laur 2 1 τινας ClBa τοσούτου coni Iacobs Lect 120 et in marg exempl. ed. Reisk. 2 ἡ ἐμὴ νεότης Β 7 τύχη scripsi τύχη MaClBaLaur Ferr τύχην ΗΒΜ Mor Re scriptura in Cr incerta casu vertit Bursa 8 ἄνδρε ίας HBa edd scriptura in Cr in- certa cf. p. 447, 18 | μὴ om Ba 9 τὴν προθυμίαν ἐπισφαλῆ MaClBa 10 με Laur sed ε in ras μὲν Β Mor om Ba scrip- tura in Cr incerta 11 εἷναι om Η οἶμαι Ba scriptura in Cr incerta 12 ἐμοὶ Μ sed ἡμῖν in marg 13 καὶ om MaClBa 14 νικῆσαν Ma 16 ὧν scripsi ex HMaClBaBM ὃν Laur edd scriptura in Cr incerta 17 κακούργω Ma sed κατηγόρῳ suprascr m 2 | πεφιλοτίμημαι Ma sed τ supra μ(2) m 3 et γρ φιλοτίμως δέδοται suprascr m 3 Cl ἔνα μὴ ῥήμασι φενακίζειν δοκῶ τὴν ἀρετὴν σεμνύνων τὴν ἐμαυτοῦ, μικρὰ βούλομαι τοὺς πολλοὺς ὑπομνῆσαι πῶς εἶχεν ἐκ τοῦ παντὸς χρόνου τῇ πόλει τὰ πράγ- ματα καὶ πῶς προσηνέχθην τούτοις ἐγώ. γνώσεσθε γὰρ ἐκ τούτων σαφῶς εἴτε χάριτος ἄξια τυγχάνει τὰ παρ’ ἡμῶν εἴτε τῷ κατηγόρῳ εὐλόγως τὰ τῆς γραφῆς μεμηχάνηται.