εἰ μὲν οὖν μὴ προεῖπον τὸ μέλλον παρὰ τὴν ἐκκλησίαν ἐγὼ ἢ τὸ τῆς νίκης μεῖζον ἢ καθ’ ἡμᾶς ὂν τῇ πόλει κατώρθωτο, κἀγὼ μετὰ τοῦ κατηγόρου παρεῖχον ἂν τῇ τύχῃ τὴν εὔκλειαν· εἰ δὲ καὶ τὸ συμβὰν προαγορεύσας τῆς βουλῆς οὐ διήμαρτον καὶ τῇ Σπάρτῃ τὸ τοῦ πολέμου τέλος τοῖς R IV 428 προλαβοῦσι γέγονε | σύμφωνον, πῶς οὐ προνοίᾳ καὶ δυνάμει κρείττους τῶν πολεμίων γεγόναμεν;