17. Ἔτι τοίνυν ἀποδεῖξαι βούλομαι φθόνου τὴν δίκην, ἀλλ’ οὐκ ἐγκλημάτων τυγχάνουσαν. τί γὰρ δὴ τότε παρὰ τὴν ἐκκλησίαν τῶν λεχθέντων ἀκούων οὐκ ἀναστὰς διεκώλυες; εἰ μὲν γὰρ καλῶς ἔχειν ἡγούμενος, τί νῦν μάτην μακρηγορεῖς, ὅτε καὶ τὸ τρόπαιον ἠκο- λούθησε τῶν ἐμῶν ἀποδεῖξαν λόγων τὸ χρήσιμον; εἰ δὲ τότε σιγήσας, ὅτε μᾶλλον ἀντιλέγειν ἐχρῆν, νῦν ἐφάνης οὐκ οἶδ’ ὅπως τῶν νόμων κηδόμενος, δῆλον ὅτι τοῖς πεπραγμένοις φθονῶν τὴν κατηγορίαν πε- ποίησαι. σκόπει δὲ μὴ συκοφαντῶν ἐμὲ διαβάλλων ἁλῷς τὴν νίκην. δυσχεραίνων γὰρ ἐφ’ οἷς εὐτυχήκαμεν δίκας εἰσπράττεσθαι βιάζῃ τὴν πόλιν τὸν δεδωκότα τοῦ τροπαίου τὴν ἀφορμήν.