εἰ τοίνυν τὸ συμφέρον ἐκεῖνος ἐννοῶν ἐτίθει τὸν νόμον, ἐγὼ δὲ πρὸς εὔκλειαν ὁμοῦ καὶ πρὸς ἀσφάλειαν ὁρῶν τῇ πόλει παρῄνεσα, δῆλον ὡς ἔργῳ φυλάττω τοὺς νόμους καὶ τὴν πολιτείαν εὐεργε- τῶ. πρὸς ὃ καὶ Λυκοῦργος ὁρῶν ἐνομοθέτει τοῖς Λά- κωσιν. ὁ γὰρ οἷς ὁ νόμος ἐθέλει τοῖς ἔργοις ὑπηρε- τῶν οὗτος ἀκριβῶς τὸν σκοπὸν τοῦ νομοθέτου φυλάτ- τει, κἂν μὴ συμφωνεῖν δοκῇ τοῖς γράμμασι.