πυνθανομένου δέ μου πολλάκις καὶ τῶν πολιτῶν ἕκαστον ἐρωτῶντος εἰ δεῖ κἀμὲ τὴν οἰκείαν ἀποφή- νᾶσθαι γνώμην, τὸ γὰρ ἐθέλειν με τὸ δοκοῦν τῷ νόμῳ ποιεῖν ἐπεῖχε τὴν γλῶτταν καἰ ὀκνηρότερον ἀπειρ- γάζετο πρὸς τὴν τῶν δεόντων παραίνεσιν, ἔδωκε τὸ πλῆθος τὴν ἄδειαν καὶ παρελθὼν εἶπον ἐλεύθερόν τι καὶ τῶν προγόνων ἐπάξιον. ὑπέμνησα Λεωνίδου καὶ τῶν τριακοσίων ἐκείνων καὶ πολεμεῖν παρῄνουν. ὑμεῖς δὲ εὐθὺς ἐπενεύσατε.