πυνθανομένου δέ μου πολλάκις καὶ τῶν πολιτῶν ἕκαστον ἐρωτῶντος εἰ δεῖ κἀμὲ τὴν οἰκείαν ἀποφή- νᾶσθαι γνώμην, τὸ γὰρ ἐθέλειν με τὸ δοκοῦν τῷ νόμῳ ποιεῖν ἐπεῖχε τὴν γλῶτταν καἰ ὀκνηρότερον ἀπειρ- γάζετο πρὸς τὴν τῶν δεόντων παραίνεσιν, ἔδωκε τὸ πλῆθος τὴν ἄδειαν καὶ παρελθὼν εἶπον ἐλεύθερόν τι καὶ τῶν προγόνων ἐπάξιον. ὑπέμνησα Λεωνίδου καὶ τῶν τριακοσίων ἐκείνων καὶ πολεμεῖν παρῄνουν. ὑμεῖς δὲ εὐθὺς ἐπενεύσατε. ἐντεῦθεν πάλιν ἐπανῆλθεν ἡ Σπάρτη πρὸς ἑαυτὴν καὶ Θηβαῖοι τὴν οἰκείαν φύσιν ἐγνώρισαν καὶ μένει Μεσήνη Λακεδαιμονίοις δου- λεύουσα. μετὰ τὸ τρόπαιον τοίνυν ἀποδέχεται μὲν ὁ κατήγορος τὸ πραχθὲν καὶ ὧς οὐκ ἂν ἐγεγόνει σιω- πῶντος ἐμοῦ δικαίως ὁμολογεῖ, τὸν δεδωκότα δ’ ὅμως R IV 426 τὴν | πρόφασιν ὡς οὐ δέον εἰρηκότα διώκει δυσχεραίνων, ὧς ἔοικεν, ὅτι μὴ Θηβαίοις δουλεύομεν. 9 Λεωνίδου] οὗτος στρατηγὸς τῶν Λακεδαιμονίων MmMa 2 auctore Re ἑαυτῶ libri sed οῖς supra ῶ Β et ἤγουν δι’ ἑαυτοῦ in marg Mm et suprascr Laur 2 | άνακαλεῖσθαι Ba sed ἀνα- λαβεῖν suprascr m2 1 τὴν] πρὸς HMaClBa Macar | τοῦ ἀνθρώπου supra εὔ- κλειαν Μa 2, τοῖς ἀνθρώποις Laur | τὸ om Mor 2 παρεκε- λεύεσθε Μ 3 γάρ Ma 5 ἐθέλειν scripsi εἰδέναι libri edd | με <μὴ> Gasda | τῷ νόμῳ ποιεῖν in marg Μa 2 | τῷ om 6 ὀκνηρὸν H 7 ἔδωκε scripsi cum Gasda δέδωκε libri edd 10 παρῄνουν scripsi auctoribus Gasda et Cobeto Coll 294 coll p. 443,6 ἐπῄνουν libri edd sed nmalim ἐπῆρον aut alias καὶ πόλεμον ἐπήνουν aut καὶ τὸ πολεμεῖν ἐπῄνουν“ Re ἐπῇρον· Iacobs Not. crit. in Liban. apol. 25 11 ἐπαινέσατε Ba | πόλις Ba 13 μεσσήνη Η 16 δικαίως] ἄκων Ba | ἄμα Cl 17 οὐ δέον scripsi ex Η ut coni Gasda οὐδὲν Ma ClBaBMLaur edd