ἔκλαιον ἑστώς, εἰς τὴν γῆν ἔβλεπον. ὁ δὲ εἶπε, φιλαθήναιε καὶ ταλαίπωρε, δῆλος εἶ πρὸς Ἀθή- νας βλέπων. ἄπιθι μέν, ἀλλ’ ὧς ἐμός, ἀλλ’ ὡς εἶς κἀκεῖ Μακεδόνων. μή με ποιήσῃς ἐπιστο- λῆς δεηθῆναι δευτέρας, σὺ δὲ ἡμῖν γράφε. ὢ τοῦ χρηστοῦ βασιλέως, | ὢ τοῦ θαυμαστοῦ Φι- R IV 320 λίππου, οἶον προσέθηκε τὸν τελευταῖον λόγον· εἰ βούλει, καὶ πολιτεύου, Δημόσθενες. πάντως γὰρ οἶσθα πῶς πολιτεύεσθαί σε δεῖ. καλέσας δὲ Ἀντίπατρον καὶ Παρμενίωνα τούτοις με παρέδωκε θεραπείας τευξόμενον καὶ παραμυθίας, καὶ τὰ ἄλλα δὲ πάντα ἡμέρως καὶ χρηστῶς καὶ φιλικῶς μοι προσ- ηνέχθη. περιήγαγέ με, τὰς δυνάμεις ἔδειξε, τὰς παρα- σκευάς. τὰ μὲν ἤρετο, τὰ δὲ ἐσκέψατο, τὰ δὲ διηγή- σατο.