διὰ ταῦτα ἐσκόπουν πρὸς ἐμαυτόν, πῶς ἂν αὐτοὶ ταχέως ἀνασωθεῖεν, καὶ δὴ καὶ ἔμελλον ἐρεῖν ἐν ὑμῖν, ὅπως τοῦτο γένοιτο ἄν, οὐδὲ γὰρ τὸν Φίλιππον εὔ ρισκον ἡδέως ἂν ἔχοντα τοσούτους Ἀθηναίων ἐπὶ τῆς αὑτοῦ χώρας ἐχθρούς, οἶς οὔτε στρατιώταις ἔμελλε δήπου χρήσεσθαι, σφαλερὸν γάρ, οὔτε συνάγων εἰς τι χωρίον κατέχειν ὅθεν οὐκ ἦν ἀποδρᾶναι ῥᾴδιον τό τε ἄλλως ἔχειν ἐν δεσμοῖς οὔτ’ ἀνθρώπινον οὔτε κερδα- λέον.