καὶ οὐκ ἂν ἐμαυτὸν ἐμεμψάμην. εἰ γὰρ καὶ τὰ μάλιστα τὸ μῖσος ἐκεῖθεν ηὐξήθη τὸ πρὸς ἐμὲ τῷ νῦν τούτῳ με βουλομένῳ λαβεῖν, ἀλλ’ ἐστεφανούμην παρ’ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς δὲ φθόνῳ γραψαμένοις αἰσχύνεσθαι περιῆν ἡττωμένοις. ἔτι τοίνυν τῆς μὲν ἀρετῆς ὑμῶν ἐν οἷς πολλάκις ἐκρατήσατε τῶν πολε- μίων φανείσης, τοῦ τέλους δὲ οὐ προσλαβόντος τὴν τύχην διὰ τῆς ἐμῆς φωνῆς ἐκοσμήσατε τοὺς ἐν τῇ μάχῃ καλῶς ἀποθανόντας, ᾔδειτε γὰρ ἐμὲ πλείστα ὑπὲρ ἐκείνων εὐξάμενον.